Commentarii in Job Unit 20 opening
Unit 20.
Lemma-led open — ὅτι σὺ ἐποίησάς με
Greek
σῶσαι τὸ ἀπολω#6λὸς ἐλήλυθεν". καταστρωννύων ἔθνη καὶ καθοδηγῶν #6αὐτά. τῶν τιθεμένων πρόνο̣ι̣αν καὶ λεγόντων θ̣εὸν διοικεῖν τὰ ὅλα διαφορὰ φε´̣ρεται· οἱ μὲν γὰρ λέγουσι τὸ καθόλου διοικεῖν θεόν, οὐ μὴν τὰ καθ' ἕκαστα· ἡ μεῖς δὲ καὶ τοῦτο λέγομεν. χρῶνται δὲ καὶ παραδείγματι τοιούτῳ· ὁ ἀγορανόμος, φασίν, προνοεῖται τῆς πόλεως, τὰ ὤνια δαψιλῆ ποιεῖ, τὴν ἄλλην διοίκησιν οὐ μέντοι φερε 336 ····· ····· ···· τῷ δήμῳ τῆς πόλεως. ····· και`̣ περὶ δημιουργοῦ φασιν ἐκεῖνοι, ὅτι τὰ γένη τῶν ὄντων δημιουργεῖ, οὐ μέντοι τὰ καθ' ἕκαστα. ἡμεῖς δὲ καὶ τοῦτο λέγομεν ἀκούοντες τοῦ "ὅτι σὺ ἐποίησάς με" καὶ "αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με" καὶ "πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε", ὃ ἐκεῖνοι φέρουσι̣ν ἐπ̣ὶ τὸν τρόπον τῆς πλάσεως̣, οὐ μὴν τόνδε ἢ τόνδε σφαλλόμενοι. τὸ «καταστρωννύειν» οὖν τοῦτο δηλοῖ· αὕτη γὰρ ἡ λέξις καὶ ἐπὶ τῶν ἐνγραφομένων τῇ πολιτείᾳ παραλαμβάνεται. ὃ λέγει ἐστὶν ὅτι προνοίᾳ θεου῀̣ εὖ καὶ τεταγμένως ἅπαντα ···εῖται καὶ ἐπὶ τῶν καθ' ἕκαστα τοῦτο ποιῶν· τοῦτο γὰρ δηλοῦται μάλιστα ἐκ τοῦ "καθοδηγῶν αὐτά". οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, #6ἐὰν βούληται. αἰτιασάμενος αὐτοὺς ὡς σφαλλομένους φησὶν ὅτι "πρὸς κύριον λαλήσω" τὸ εὐπαρησίαστον ἑαυτοῦ δεικνύς. τὸ δὲ "ἐλέγχω ἐναντίον αὐτοῦ" ἀντὶ τοῦ «ἀποδείκνυμι τὰ κατ' ἐμαυτόν, εἰ καθ' ὑπόθεσιν ἤθελεν· οἶδα γὰρ ὅτι αὐτὸς τὴν αἰτίαν τῆς κακώσεως ἐπίσταται». ὅμοιον τούτῳ τὸ "ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ θεόν;" καὶ τὸ "ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν". 337 οὐ μικροῦ δὲ ····· ····· ····· ἀλλὰ τελείου καὶ ὡς ὁ θεὸς ἐν ἀρχῇ ἐμαρτύρησεν "δικαίου καὶ ἀμέμπτου" τὸ λέγειν "πρὸς κύριον λαλήσω" καὶ τὸ "ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται". χωρὶς γὰρ τῆς αὐτοῦ βουλήσεως ποιῆσαι τοιοῦτό #6τι οὐ θεμιτόν. ὑμεῖς δέ ἐστε ἰατροὶ #6ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ἄδικος ἰατρός ἐστι κατὰ τὸ πρόχειρον ὁ ἄλλα βοηθήματα παρὰ τὰ συμφέροντα προσάγων τοῖς κάμνουσιν. διττῶς δὲ τοῦτο γίνεται, ἢ ἐξ ἀπειρίας τοῦ ἰατροῦ ἢ κακοηθείας. οὗτοι δὲ οἱ ἐλεγχόμενοι ἔλεγον ἐξ ἀμαθίας μᾶλλον ἢ ἐκ κακουργίας τῷ Ἰὼβ ὅτι «δι' ἁμαρτήματα πάσχεις», οἰόμενοι παρακλήσεως προσάγειν λόγους, ἄδικοι οὖν κατὰ τὸ ἀγνοεῖν τὴν αἰτίαν. τὸ δὲ "ἰαταὶ κακῶν πάντες" εἴη ἂν #6λέγων κατὰ τῶν οἰομένων μεγάλα περὶ ἑαυτῶν ὡς δυναμένων ἰάσασθαι τὰ περιστατικῶς ἑτέροις συμβαίνοντα. εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀπο#6βήσεται ὑμῖν εἰς σοφίαν. εὔχεται αὐτοὺς καιρῶν ἐπιστήμην ἔχειν ὅτε δεῖ λαλοῦντας καὶ ὅτε δεῖ σιωπῶντας, ἐγνωκότας ὅτι σφάλλονται· τοῦτο γὰρ αὐτοῖς σοφίας ἀρχὴ καὶ προοίμιον γενήσεται. εἰ γὰρ μάθοιεν, ὅτι ἔστι καὶ ἑτέρως θλίβεσθαι ὑπὲρ τοῦ 84 ἀναφανῆναι τὴν ἐνοῦσαν ἀρετήν, σοφία αὐτοῖς ἔσται. 338 ····· ····· ·····υ̣σ̣ιν φρονη ····· ····· ···α̣ι̣ τὸ ἐπέχειν πε····· ····· ···, καθὰ ἐν Παροιμίαις λέγεται· "ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθή σεται." ὅταν γ̣άρ τις ἐπιγνῷ, ὅτι χρῄζει παιδευμα´̣των καὶ διδασκάλου τοῦ φωτ̣ίζοντος, ἀποβήσεται αὐτῷ εἰς σοφίαν. ὥσπερ γὰρ ὁ λέγειν δυνάμενος περὶ σοφίας καὶ διδα´̣σκ̣ειν σοφός ἐστι καὶ διδάσκαλος, οὕτως ἀπὸ μέρους σοφός ἐστιν ὁ δυνάμενος ἐρωτῆσαι ἃ δεῖ ἐρωτῆσαι. "ἀνόητον" δ' αὐτὸν εἶπεν οὐχ ὡς πάντῃ ἐστερημένον, ἀλλ' ὡς ἔχοντά τι ἐλλεῖπον. ὅμοιον τῷ "εἴη δὲ ὑμῖν κωφεῦσαι" τὸ "καιρὸς τοῦ σιγᾶν" – – – #6επι "καιρὸς" δὲ "τοῦ λαλεῖν". ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. στόμα καὶ χείλη ἀντὶ τοῦ λόγου φησίν. ἐλέγχει δὲ ὁ ἅγιος ὡς ἅγιος καὶ κρίνει ὡς πρέπει αὐτῷ· ἐπιστημονικῶς καὶ νομίμως χρῆται τῷ ἐλέγχῳ καὶ τῇ κρίσει· οὐ γὰρ ἄκαιρον ἔλεγχον ἔχει ὁ δίκαιος οὐδὲ ψευδῶς τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως. "στόμα γὰρ δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ κρίσιν. ὁ νόμος τοῦ θεοῦ αὐτοῦ 339 ἐν καρδίᾳ αὐτοῦ, καὶ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.