Unit 21 rem early
Rem early: Unit 21; lemma and argument toward the thesis.
Greek
τοῦ θεοῦ εἴη ἂν τὰ μυστικὰ θεωρήματα ἀντιδιαστελλόμενον πρὸς τὸ φανερόν. τὸ γὰρ ἐξ ἔργων τῆς προνοίας καὶ τῶν δημιουργημάτων θεὸν ὁρᾶν οὐκ ἔστιν ἐν ἀποκρύφῳ, ἀλλ' ἐν τῷ φανερῷ. εἴρηται· "διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται." τὸ κατακρύπτεσθαι οὖν, ὡς προείρηται, ὑπὸ θεοῦ σωτήριον, τὸ δὲ κρύπτεσθαι αὑτὸν κατὰ τὸν Ἀδὰμ ἀλυσιτελές, οὗ μὴ γινομένου διὰ τὸ μὴ ὑποκεῖσθαι ἁμαρτίᾳ φησίν· "τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου" καὶ τὰ ἑξῆς, «ἵν' οὗτοι παιδευθῶσιν, ὅτι οὐ δι' ἁμαρτίας τοῦτο πάσχω. « οἱ γὰρ φίλοι οὐδὲν ἕτερον διενοοῦντο ἢ ὅτι δι' ἁμαρτίας πάσχει. 356 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. διὰ πλειόνων ἑαυτοῦ τὴν πρὸς θεὸν παρρησίαν γνωρίζει, ἵν' ἐν τούτῳ ἀναγάγῃ αὐτοὺς εἰς τὴν ἀληθῆ τῶν περὶ αὐτὸν συμβαινόντων γνῶσιν. καὶ γὰρ παραστατικόν ἐστιν τοῦτο τοῦ εἶναι αὐτὸν δίκαιον. ἔχεις δὲ τοῦτο καὶ περὶ τοῦ ἱεροφάντου Μωσέως καταξιωθέντος λαλεῖν πρὸς αὐτὸν ἐν τῷ "Μωυσῆς ἐλάλε̣ι καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ". οὐ δεῖ δὲ τὴν ἀπόκρισιν τὴν πρὸς θεοῦ γινομένην ψιλὴν φωνὴν οἴεσθαι, ἀλλ' ἐνεργείας θείας, ἐξ ὧν εὐπαρησιάστως πρὸς θεὸν λαλεῖ. πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; 89 δίδαξόν με, τίνες εἰσίν. πάλιν δι' ἐκείνους τὰ τοιαῦτα λέγει, ἵν' ἐκεῖνοι μάθωσιν, ὅτι ὁ ἔχων ἁμαρτίας καὶ ἀνομίας οὐ λέληθεν θεόν. καὶ αὐτὸς δὲ εἰπὼν τὸ "οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι" πρὸς τοὺς φίλους πρὸς θεὸν εὐλαβῶς λέγει ὅτι "σύ με δίδαξον, πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου". ὅμοιον τούτῳ τὸ "οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν". καλὸν δὲ καὶ τὸ μανθάνειν 357 τὰ σφάλματα, ἵνα ἐκ τούτων ἐκτρεπώμεθα. διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σου; καὶ τοῦτο πρὸς τὴν ἐκείνων διάλημψιν· οὐ γὰρ ἐκρύπτετο ἀπ' αὐτοῦ θεὸς ἐνοικῶν ἐν αὐτῷ, ἀλλὰ διὰ τὸ ἐκείνους τοῦτο οἴεσθαι καὶ ταῦτα εἴρηται. «τοῦτο γὰρ οὗτοι νομίζουσιν, ὅτι ὑπεναντίος μου τυγχάνεις, νομίζοντές με δι' ἁμαρτίας πάσχειν.» ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσει ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ #6πνεύματος ἀντίκεισαί μοι; τὸ ὅλον τῆς νοήσεως οὕτως ἂν εἴη· «διὰ τί με ἀποκρύπτῃ ἡγούμενός με εἶναι ὑπεναντίον σου καὶ φύλλον ὑπ' ἀνέμου κινούμενον καὶ χόρτον ὑπὸ πνεύματος φερόμενον;» ἅπερ παραστατικὰ τυγχάνει εὐμεταβόλου τρόπου καὶ φαυλότητος κατὰ τὸ ὑπὸ τοῦ Σωτῆρος λεγόμενον περὶ Ἰωάννου· "τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;"– ἀντὶ τοῦ «εὐκαταφρόνητόν τινα καὶ ὑπὸ τοῦ τυχόντος μεταπίπτοντα». ταῦτα δέ, ὡς καὶ πρότερον εἴρηται, πρὸς τὴν τῶν φίλων διάλημψιν ὁ Ἰὼβ λέγει. 358 ὅτι κατέγραψας κατ' ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας. σαφὲς ὅτι πρὸς τὴν ἐκείνων ὑπόλημψιν λέγει· "κακὰ" γὰρ νῦν τὰς κακώσεις φησίν. τοῦτο γὰρ νομιζόντων τῶν φίλων, ὅτι δι' ἁμαρτίας πάσχει, αὐτὸς τῷ "κατέγραψας κατ' ἐμοῦ κακὰ" συνῆψεν τὸ "περιέθηκας δέ μοι νεότητος ἁμαρτίας" σημαίνων ὅτι «ἐξ ὧν οἱ φίλοι μου κατατρέχοντές μου διάκεινταί με δι' ἁμαρτίας πάσχειν, ἑπόμενον ἔχουσι τὸ νομίζειν, ὅτι αἱ τῆς νεότητος ἁμαρτίαι νῦν μοι περιετέθησαν». ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι. οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ πρὸς τὸν ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν τοῦτο ὑφίσταται. ἐξομαλιζόμενον δὲ οὕτως ἂν εἴη· «τὴν πορευτικήν μου δύναμιν, καθ' ἣν κατορθῶ, ἑτέρως παρ' ἐκείνων ὑπονοουμένην ὡς ἁμαρτόντος μου καὶ διὰ τοῦτο περιστάσεσιν κοινωνοῦντος ἐν κωλύματι ἔθηκας.» τρόπον γάρ τινα αὐτὸς τοῦτο ἐνήργησεν ἐκδοὺς αὐτὸν τῷ αἰτησαμένῳ, ἐξ οὗ συνέβη ἐν κωλύματι τεθεῖσθαι 359 αὐτοῦ τὸν πόδα, π̣αρ' αὐτοι῀̣ς ὡς εἴρηται κωλυόμε̣νον ἐξ ἁμαρτιῶν, μὴ βουλομένων αὐτῶν τὴν προκοπὴν τοῦ δικαίου, ἥτις ἐστιν πούς, ὀρθῶς ἐκλαμβάνειν. ὅτι δὲ σύνηθες τ̣ῇ γραφῇ καὶ τὰ ἀπὸ γνώμης συνιστάμενα τοῦ ἐνεργοῦντος ὡς παρὰ θεοῦ λέγειν διὰ τὸ συνκεχωρηκέναι, σαφὲς ἔσται σοι ἐκ τοῦ "παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας" καὶ "εἰς ἀδόκιμον νοῦν" καὶ "ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν". εἰ δὲ καὶ διὰ τ̣ὴν ὁλοσώματον κάκωσιν μηκέτι συνχωροῦσαν αὐτῷ αὐτουργεῖν τὰ πρὸς τὰς χρείας ἢ τῶν δεομένων ἢ ἄλλων τινῶν–καθὰ καὶ εἴρηκεν. "θύρα μου δὲ παντὶ ἐλθόντι ἠνέῳκτο"–τοῦτο ἔλεγεν, συνεπίσκεψαι, ὅπερ οὐκ ἠγνόει διὰ ἀγῶνα αὐτῷ γεγενῆσθαι. πολλὰ γὰρ διὰ τὸ συμφέρον τοιαῦτα θεὸς ποιεῖ, ὡς ἐκ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.