Commentarii in Job · §u21-open

Commentarii in Job Unit 21 opening

Unit 21.

Lemma-led open — , ἀντὶ τοῦ «ἀπόδειξις

Greek

ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων", ἀντὶ τοῦ «ἀπόδειξις». οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. τὸ ἀψευδὲς αὐτοῦ παραστῆσαι βουλόμενος καὶ τὸ εὐλαβὲς λέγει ὅτι «ἃ λ̣ε´̣γω θεοῦ ὁρῶντος φθέγγομαι. οὐ γὰρ οἷόν τε ἀπάτην τινὰ γενέσθαι θεῷ, ὡς δόλον εἰσελθεῖν ἐνώπιον αὐτοῦ.» τοῦτο δὲ δι̣ττ̣ῶς ἂν νο352 ηθείη τῇ τοῦ ὁμοίου παραθέσει, ὅπερ οὕτως ἔχει εὐαγγελικὸν ὑπάρχον· "καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν." ἠ`̣ γὰρ συνσκιάζον λύεται μὴ ὑφιστάμενον τοῦ φωτὸς τῇ παρουσίᾳ, ἠ`̣ ὅστις ἀπάτην προσάγει ἐπὶ τῷ ἐγγὺς τοῦ φωτὸς γενέσθαι ἀποστρέφετα̣ι̣ λυομένης τῆς ἀπάτης̣, και`̣ ὅλως οὐ καταλαμβάνει. π̣ᾶσα γὰρ τῶν ἀπατώντων καὶ μηχανωμένων ἀνόνητος ἡ σπουδή· οὐ γὰρ καταλήμψονται τῆς ἀληθείας τὸ κάλλος. δόλος οὖν οὐκ ἐγγίζει τῆι πηγῇ τῆς ἀληθείας διὰ τὸ μὴ τολμᾶν τοὺς χρω̣μ̣ε´̣νους αὐτῷ αὐτῇ αὐτὸν προσαγαγεῖν. καὶ ἄλλως δόλος οὐκ ἔστιν ἐν θεῷ· οὐ γὰρ πε´̣φ̣υκεν̣ ἐν αὐτῶι γίνεσθαι. "πιστὸς γὰρ ὁ θεὸς καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ." καὶ πάλιν· "εἰ ἀρνησόμεθα, αὐτὸς πιστὸς μένει." ἄτρεπτος γάρ ἐστιν καὶ ἀναλλοίωτος. ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. ἐπαναδιπλασιάζει τὸ ῥῆμα, ἵνα βεβαίως αὐτοὺς πρὸς τὸ 88 ἀκοῦσαι καλέσῃ. ἔνεστι γάρ ποτε πληγείσης τῆς ἀκοῆς τῇ φωνῇ διὰ τὸ μὴ προσέχειν τὸν νοῦν μὴ ἀκηκοέναι. διὰ τοῦτο ὁ Σωτὴρ διεγείρων τοὺς ἀκούοντας εἰς τὸ γνησίως ἀκούειν ἔλεγεν· "ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω." καὶ πά353 λιν πρὸς ἄλλους μὴ προσέχον τας λέγει· "οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε," καὶ ἑρμηνεύων πως ἐπάγει· "οὔτε τὸν λόγον αὐτοῦ ἔχετε ἐν ὑμῖν μένοντα", ὅπερ συνέβαινεν̣, εἰ γνησίως ἤκουον. οὕτως δὲ καὶ ὁ μακάριος Ἰὼβ προευτρεπίσαι αὐτῶν τὴν ἀκοὴν βουλόμενος ἔλεγεν τὸ «"ἀκούσατε"· οὕτω γὰρ ὑμῶν εὐτρεπισθέντων εὐδοκῶ λέγειν», σοφοὺς ἀκροατὰς αὐτοὺς γενέσθαι βουλόμενος· "οὖς γὰρ ἀκροατοῦ ἐπιθυμία σοφοῦ." ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. διδασκαλίας ἀρχὴν αὐτοῖς καὶ νῦν καταβάλλεται παιδεύουσαν, ὅτι οὐ δι' ἁμαρτίας, ἀλλὰ διὰ ἀγῶνα αὐτῷ παθεῖν κέκριται οὕτως ὡς καὶ τὸν καιρὸν εἰδέναι, καθ' ὃν λήξει τὸ κρίμα. οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, #6ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; οὐκ ἀλαζονείᾳ τοῦτό φησιν, ἀλλὰ πρὸς τὸ παιδεῦσαι αὐτοὺς μὴ ἑτέραν παρὰ τὴν ἀληθῆ διάλημψιν ἔχειν περὶ αὐτοῦ. ἐσθότε γάρ τις περὶ ἑαυτοῦ λέγει χρηστὰ μὴ προθέμενος τοῦτο ποιεῖν, ὅταν ἄλλως ᾖ διαθέμενός τις περὶ αὐτόν. φέρε γὰρ εἴ τις ἐγκεχειρισμένον 354 τινὰ διακονίαν εἰς τοὺς δεομένους ἀποπληρῶσαι, εἰ διαβάλλοι ὡς σφετεριζόμενόν τι, οὐκ ἂν αἰτιασαίμεθα ἐν ἀπολογίας εἴδει λέγοντα ὅτι «τὰ ἡμέτερα πάντα παρέσχον δεομένοις», πρότερον τοῦτο μὴ εἰρηκότα. οὕτως οὐδὲν αἰτιατέ ον τὸν Ἰὼβ οὐ φιλαυτίας, ἀλλὰ τῆς εἰρημένης αἰτίας ἕνεκα ταῦτα λέγοντα καὶ μετὰ παρρησίας καθαρᾶς λέγοντα· "τίς ἐστιν ὁ κριθησόμενός μοι ἵνα κωφεύσω", ἀντὶ τοῦ «σιωπήσω», "καὶ ἐκλείψω;", ἀντὶ τοῦ «παύσομαι λέγων». δυεῖν δέ μοι χρήσει· τότε ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι· τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου, ὁ δὲ φόβος σου μή με καταπλησ#6σέτω. τὸ ἀσαφὲς τῶν προκειμένων οὕτως ἂν ἐξομαλισθείη λέγοντος αὐτοῦ ὅτι «εἰ ὡς οἱ φίλοι λέγουσιν οὕτω μοι χρήσει ὡς φαῦλον δεικνύς, "ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι", εἰ δὲ ὡς ἐγὼ λέγω, "τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω". « κρύπτεται δ' ἀπὸ προσώπου τοῦ θεοῦ πᾶς ὁ ἁμαρτάνων ἀνάξια αὐτοῦ ἐνεργῶν, καθὰ καὶ Ἀδὰμ ἐκρύπτετο ἀπὸ προσώπου τοῦ θεοῦ. 355 τούτῳ ἐναντίον ἐστὶν τὸ ὑπὸ θεοῦ κατακρύπτεσθαι κατὰ τὸ εἰρημένον· "κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων." σωτήριον καὶ τοῦτο σκεπάζοντος τοῦ θεοῦ τὸν σπουδαῖον, ἵνα μὴ ταραχαῖς ἀνθρωπίναις ἐκπέσῃ. ἀπόκρυφον δὲ τοῦ προσώπου

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.