Commentarii in Job · §u23-open

Commentarii in Job Unit 23 opening

Unit 23.

Lemma-led open — ἐνέπλησεν δὲ πόνον γαστρὸς ἐλέγχων ῥήμασιν, οἷς οὐ δεῖ,

Greek

ὑπάρχων διαλήμψεως καὶ οἰόμενος, ὅτι δι' ἁμαρτίας πάσχει, ἄρχεται τῶν λόγων φάσκων, ὅτι σοφοῦ ἐστιν μετὰ συνέσεως ἀποκρίνεσθαι, αἰνιττόμενος, ὅτι ὁ Ἰὼβ οὐ μετὰ συνέσεως ἀποκρίνεται. φορτικὸς οὖν καὶ οὗτος πλήττων τὸν ἅγιον ἐπὶ ἀσυνεσίᾳ. καὶ ἐνέπλησεν πόνον γαστρὸς ἐλέγχων ῥήμασιν, οἷς οὐ δεῖ, καὶ ἐν λόγοις, οἷς οὐδὲν ὄφελος. ὡς εἴρηται, πληκτικῶς ἄρχεται· φησὶν γάρ, ὅτι τῶν μὲν σοφῶν ἐστιν συνετῶς ἀποκρίνεσθαι, "ἐνέπλησεν δὲ πόνον γαστρὸς ἐλέγχων ῥήμασιν, οἷς οὐ δεῖ," ἀντὶ τοῦ «ἐκ τῶν πόνων, ὧν ἐν καρδίᾳ ἔσχεν καὶ κατασχεῖν οὐ δεδύνηται, προφέρει ῥή ματα, ἃ μὴ δεῖ, καὶ τοὺς λόγους, οἷς μηδὲν ὄφελος,» διαχλευάζων αὐτοῦ τοὺς λόγους ὡς ἀνηνύτους καὶ μάτην ἐκπεμφθέντας. οὐ καὶ σὺ ἀπεποιήσω φόβον; βεβαιοῦται τὰ προειρημένα· ἐλέγχει γὰρ αὐτὸν δῆθεν ὡς μὴ ἐσχηκότα φόβον, δῆλον δὲ ὅτι τὸν θεοῦ, ὑποβάλλων πάλιν 386 καὶ οὗτος, ὅτι διὰ τὸ μὴ ἐσχηκέναι φόβον, ἀλλ' ἐν ἁμαρτίαις γεγενῆσθαι ταῦτα πέπονθεν, καὶ ὅτι μὴ φόβον ἔχοντος τὸ τοιούτοις χρῆσθαι λόγοις. θρασεῖς γ̣α`̣ρ αὐτοὺς ἐνόμιζον ἀγνοοῦντες αὐτοῦ τὴν ἀρετὴν οἰόμενοι, ὅτι ἀποποιησάμενος τὸν φόβον ταῦτα λέγει. συνετέλεσας δὲ ῥήματα τοιαῦτα ἔναντι κυρίου; ἴσως διὰ τὸ εὐπαρησίαστον αὐτοῦ τῶν λόγων, οὓς προέφερεν ἀπὸ καθαροῦ τοῦ συνειδότος, ταῦτα λέγει, ἅπερ οὗτος νομίζει ὡς βλάσφημα, ψευδῆ ἀρχὴν ὑποτιθέμενος τὴν ὅτι δι' ἁμαρτίας πάσχει. ἔνοχος εἶ ῥήμασιν στόματός σου. θρασέως αὐτῷ διαλέγεται ὡς πρὸς μὴ δίκαιον προφέρων τοὺς λόγους. οἴεται δὲ καὶ ἐκ τῶν αὐτοῦ λόγων ἐλέγχειν αὐτὸν φάσκων ὅτι «ἐκ τῶν σεαυτοῦ ἐλεγχθήσει λόγων». οὐδὲ διέκρινας ῥήματα δυναστῶν. συνεπίσκεψαι, μήποτε δυνάστας λέγει τοὺς ὑπερέχοντας συνέσει ἤτοι κατὰ τὸν αὐτοῦ καιρὸν ἢ κατὰ τὸν πρὸ αὐτοῦ, καθὰ λέγεται ἐν τοῖς ἔνπροσθεν· "ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων," ἵν' ᾖ ὃ λέγει τοιοῦτον· «οὐ διέ 387 κρινας τὰ τῶν σοφῶν ῥήματα ὥστε δι' αὐτῶν ῥυθμίσαι σου τὰ ῥήματα καὶ ὅλον τὸν βίον.» πολλάκις γὰρ εἴρηται, ὅτι ὡς ἐξ ἁμαρτιῶν πάσχοντι ἐπιτιμῶσιν. ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ χείλη σου καταμαρτυρήσαισάν σου. ἀπὸ θρασύτητος καὶ ταῦτα προφέρονται· οὐ γὰρ εἶχεν αὐτὸν οὕτως ἐλέγξαι. πρὸς γὰρ τὴν ἐξ ἀρχῆς διάλημψιν καὶ ταῦτα προφέρεται. τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης, ἢ πρὸ θινῶν ἐπάγης; παριστᾶν αὐτῷ βούλονται ὅτι «οὐ διαφέρεις τῶν ἄλλων ἀνθρώπων 97 οὐδ' ἔξω τῆς φύσεως αὐτῶν ὑπάρχεις ὥστε πλέον τι τῶν ἄλλων κατειληφέναι», ἵν' ἑαυτοὺς ὡς ἐφικνουμένους τῆς ἀκριβείας παραστήσωσιν, δι' ἣν ἀλγεῖ αἰτίαν. τούτῳ δὲ προσχρήσονται οἱ συσπειρομένην εἰσάγοντες τὴν ψυχήν, ὧν εἰσιν Ἱερακαῗται καὶ Στρατιῶται καὶ ὅμοιοι, λέγοντες ὅτι «εἰ μὴ πρὸ τῶν θινῶν»–ἀντὶ τοῦ «πρὸ τῆς γῆς»· ἀπὸ μέρους γὰρ τὸ ὅλον ὠνόμασεν–, «ἐπάγη μετὰ τὰς θῖνας», ἐξ οὗ συνάγειν οἰήσονται τὴν ψυχὴν συνσπείρεσθαι τῷ σώματι, ἑτέρου τούτους ἀνατρέποντος ἐκ τοῦ νοεῖν τὴν πῆξιν συστροφὴν εἶναι ὑγροῦ, ὅπερ οὐχ 388 ἁρμόζει ψυχῇ, ἀλλὰ σώματι. ἢ σύνταγμα κυρίου ἀκήκοας, εἰς δὲ σὲ ἀφίκετο σοφία; προβαλλόμενος τὸ τῶν κριμάτων ἀνεξεραύνητον ἐκ τούτου οἴεται αὐτὸν περιτρέπειν εἰς τὸ μὴ οἴεσθαι, ὅτι δι' ἕτερον ἢ δι' ἁμαρτίας πάσχει, τούτῳ αὐτὸς ἐνεχόμενος. οὐδὲ γὰρ αὐτὸς συνταγὴν κυρίου ἦν ἀκηκοὼς ἢ ἀφικομένην εἶχεν πρὸς αὐτὸν τὴν σοφίαν, ἵνα διάλημψιν ἔχῃ περὶ τοῦ ἁγίου ὡς δι' ἁμαρτίας πάσχοντος. τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν, ἢ τί συνίεις σύ, ὃ οὐχὶ καὶ ἡμεῖς; κοινοποιεῖ αὐτὸν τοῖς πᾶσιν ἀνθρώποις εἰκότως ἅτε ἀγνοῶν αὐτοῦ τὸ μέγεθος τῆς ἀρετῆς, ἐκ τούτου, ὡς προείρηται, ἀνατρέπων δῆθεν τὸ οἴεσθαι ἑαυτὸν δίκαιον· ὅπερ ἔδει καὶ αὐτὸν ἀγνοοῦντα μὴ προκαταλαμβάνειν τὸ κρίμα καὶ πεπεῖσθαι, ὅτι ὡς ἁμαρτὼν ἀνιᾶται. καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός #6σου ἡμέραις. «εἰ καὶ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.