Unit 23 rem early
Rem early: Unit 23; lemma and argument toward the thesis.
Greek
πρεσβύτης,» φησίν, «ὑπάρχεις καὶ παλαιὸς ἐν ἡμῖν προγενέστερος τυγχάνων ὡς καὶ τοῦ πατρός σου βαρύτερος»–ἀντὶ τοῦ «γηραλεώτερος»–»γεγονέναι, οὐ πλε̣ι῀̣όν̣ τι ἡμῶν ἐπίστασαι.» καὶ ταῦτα 389 δὲ ἀπὸ αὐθεντίας ἀλαζονικῆς λε´̣γ̣ει. ἔχομεν τὸ «βαρὺς» ἀντὶ τοῦ «γέρων» κείμενον ἐν ταῖς Βασιλικαῖς Ἱστορίαις· καὶ γὰρ περὶ τοῦ Ἠλὶ πεσόντος δεῖξαι θέλων ὁ λόγος, ὅτι γέρων ἦν, λέγει· "καὶ ὁ ἄνθρωπος βαρύς." δηλοῖ δὲ καὶ τὸ τίμιον καὶ πλῆθος, ὡς ἐὰν λέγῃ· "ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε," ἀντὶ τοῦ «ἐν τιμίῳ καὶ πολλῷ». ὀλίγα ὧν ἡμάρτηκας μεμα#6στίγωσαι. τοῦτο λέγει ὅτι «ἥμαρτες καὶ διὰ τοῦτο μάστιγας ὑπομένεις. ἐπειδὴ δὲ τοῦτο ὑφιστάμενος προσάπτεις ἀδικίαν τῷ θεῷ, βαρύτερον γέγονέ σοι τὸ ἁμάρτημα.» καὶ ταῦτα δὲ λέγει οὐ συνετῶς· οὐ γὰρ ᾔδει τὸ κατ' αὐτόν, ὥστε ψευδῶς ἔλεγεν. καὶ ποικίλον δέ ἐστιν τὸ ψεύδεσθαι. ἔστιν γὰρ ψεύσασθαι μὴ ψευδόμενον· πολλάκις γὰρ διακείμεθα περί τινος ὡς οὕτως ἔχοντος καὶ λέγομεν αὐτὸ διάθεσιν ἔχοντες ὡς περὶ ἀληθοῦς, καὶ τὸ μὲν ἀπαγγελλόμενον τῇ ἑαυτοῦ φύσει ψεῦδός ἐστιν, οὐκ ἀπὸ ψευδομένου δὲ λεγόμενον. ἔστιν δὲ καὶ μηδ' ὅλως τι ἐπιστάμενον προφέρειν λόγον ψευδῆ 390 ἐξ ἀλαζονείας, ὅπερ τούτῳ συμβέβηκεν. εἰσὶν δὲ καὶ ἄλλως ψευδόμενοι, ὡς ἐπιστήσας γνώσει. μεγάλως ὑπερβαλλόντως λελάληκας. τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί ὑπήνεγκαν οἱ ὀφθαλμοί σου; καὶ ταῦτα διακείμενοι περὶ αὐτοῦ ὡς ἁμαρτόντος ἀκούοντές τε καὶ τῶν ἐκ παρρησίας λόγων αὐτοῦ προήνεγκαν. ἐπεὶ γὰρ ἐκ καθαρότητος προέφερεν λόγους ὁ μακάριος, τόλμαν ἡγοῦντο τοῦτο καὶ ὑπερβολὴν ἀλαζονείας ματαίως καὶ ἀνοήτως. ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, ἐξήγαγες δὲ ἐκ στόμα#6τος ῥήματα τοιαῦτα. θυμὸν ἡγοῦντο τὴν ἐκ καθαρότητος ὑπερβαλλούσης παρρησίαν, ὅπερ αὐτοῖς συνέβαινεν ἐκ τῆς σαθρᾶς αὐτῶν ἀρχῆς ἧς αὐτοὶ ἑαυτοῖς ὑπέθεντο βλασφημίαν ἡγούμενοι τὴν εὔλογον καὶ ὡς προαποδέδοται τῶν λόγων αὐτοῦ ἐλευθερίαν. τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; ἴδιον τῶν μὴ ἐχόντων ἀρετὴν τὸ δυσχερῆ λογίζεσθαι τὴν ταύτης ἀνάλημψιν καὶ δια391 κεῖσθαι ὡς μηδενὸς αὐτὴν ἔχοντος, καθάπερ καὶ ὁ προκείμενος λέγει σφαλλόμενος διὰ τὴν τοῦ σώματος ὡς εἰκὸς ἀσθένειαν. εἰ δὲ κατὰ τὴν ψυχὴν καὶ κατὰ τ̣ὴν διάνοιαν ἦν σκοπήσας, ἐθεώρει τῆς φύσεως τοῦ ἀνθρώπου τὸ μέγεθος, ὅπερ εἰδὼς ὁ ὑμνῳδὸς ἀμφότερα διδάσκει λέγων· "τί ἐστιν ἄνθρωπος, ὅτι λογίζῃ αὐτόν; ἄνθρωπος ματαιότητι ὡμοιώθη," ὅπερ πρὸς 98 τὴν ἀσθένειαν τοῦ σώματος εἴρηκεν ὡς πρὸς τὰ θεῖα συνκρίνων. παιδεύων δὲ τὸ μέγεθος λέγει πάλιν· "ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν." καὶ πάλιν ἕτερον λόγιον "μέγα ἄνθρωπος" φησὶν "καὶ τίμιον ἀνὴρ ἐλεήμων", ὅπερ οὐ κατὰ τὸ γεννᾶσθαι ἔχει, ἀλλὰ κατὰ τὸ οὐσίαν εἶναι ἐν τῷ συνθέτῳ δικαιοσύνης δεκτικήν. εἰ κατὰ ἁγίων οὐ πιστεύει. ὅμοιον τούτῳ η τὸ "εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν". ἁγίους οὖν ἐνταῦθα τοὺς ἀγγέλους λέγει παριστῶν ὅτι «εἰ καὶ ἄγγελοι τρεπτοί εἰσιν, πῶς οἷόν τε ἄνθρωπον εἶναι ἄμεμπτον.» σημειωτέον, ὅτι τὸ πιστεύειν πολλάκις τὸ βέβαιον δηλοῖ, καθὸ εἴ 392 ρηται· "πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ." καὶ ἑρμηνεύει τὸ πιστὸν αὐτῶν λέγων· "ἐστερεωμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." καὶ πάλιν· "πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος." καὶ ἔτι· "ὁ θεὸς πιστὸς καὶ οὐκ ἔστιν ἀδικία." οὐδὲ γὰρ ὁ θεὸς ἐκ τοῦ μετέχειν πίστεως πιστός, ἀλλ' ἐκ τοῦ βεβαιότητα ἔχειν. οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ. ὡς οὐδὲ τὰ ἄστρα συνκρίσει θεοῦ φωτὸς ὄντος καὶ σκοτίαν οὐκ ἔχοντος οὐδεμίαν καὶ αὐτὸς ὁ οὐρανὸς οὐ καθαρός ἐστιν, οὐ καθάπαξ, ἀλλ' ἐπίπροσθεν θεοῦ. δυνατὸν δὲ οὐρανὸν ἐνταῦθα λέγειν αὐτοὺς τούτους τοὺς "ἀπολιπόντας τὸ οὐράνιον οἴκημα", οὓς εἶπεν "παῖδας αὐτοῦ, καθ' ὧν οὐ πιστεύει". λέγει γοῦν ἐν τῷ Ἠσαίᾳ αὐτὸς ὁ θεὸς ἀπὸ ἰδίου προσώπου· "ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ." ἡ μάχαιρα δὲ κόλασιν σημαίνει, καθὸ εἴρηται· "ἡ μάχαιρά μου φάγεται αἷμα τραυματιῶν καὶ μεθύσω τὰ βέλη μου ἀφ' αἵματος." ἐν τοῖς οὖν παραβεβηκόσιν ἀγγέλοις φησὶν μεθύσκεσθαι τὴν μάχαιραν οὐρανοῖς καλουμένοις τὴν κόλασιν ἐπιφέρων. οὗτος οὖν ὁ οὐρανὸς οὐ καθαρὸς ἐναντίον αὐτοῦ. ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρ393 τος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. κἄν τις οὐρανὸς τυγχάνων ἐκ παραβάσεως γήϊνος γένηται, ὁμοιοῦται ἀνδρὶ οὐκέτι ἄγγελος εἶναι ἀξιούμενος διὰ τὸ ποτὸν ἡγεῖσθαι τὴν ἀδικίαν· ἀμέτρως γὰρ ἐμφορεῖται τὴν
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.