Commentarii in Job · §u24-rem-close

Unit 24 rem close

Rem CLOSEOUT: Unit 24 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

πολλά· παρακλήτορες κακῶν πάντες. δείκνυσιν διὰ τούτων, ὡς συνὼν ἀνθρώποις οἶδεν πολλὰ ἀκούσας. καὶ ἐπεὶ ἀδιαφόρως τοῖς ἐν π̣ερισ̣τ̣άσεσιν οὖσιν προσάγουσιν τὰς παρακλήσεις μετὰ τοῦ διακεῖσθαι περὶ αὐτῶν ὡς φαύλων, εἰκότως, καθὰ καὶ οἱ τρεῖς πεποιήκασιν φίλοι, ἐπήγαγεν τὸ "παρακλήτορες κακῶν πάντες" σημαίνων ἤτοι ὅτι πάντες ἀγνοίᾳ τῶν συμβαινόντων ἑτέρως ἢ ὡς δεῖ φθέγγονται ἐγείροντες μᾶλλον ἢ συστέλλοντες τὰ ἀνιαρά, ἢ τοὺς τρεῖς "πάντας" εἶπεν· καὶ γὰρ ἀπὸ τούτου τοῦ ἀριθμοῦ τὸ πλῆθος. τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύ409 ματος; – – – ξατ 13 ιοβ 16,6α ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα. θέλει τὴν διάθεσιν αὐτοῦ τὴν γνησίαν ἐπιδείξασθαι ὅτι «ἐμοὶ μέλει τῆς ὑμετέρας σωτηρίας, ὥστε εἰ καὶ ἀλγῶ, χρῶμαι τῇ παραινέσει». εἰ γὰρ καὶ ἄλλοι ἀλγοῦντες καὶ ἀνιώμενοι ἀρκοῦνται ταῖς καθ' ἑαυτοὺς ἀνίαις, ἀλλὰ τούτῳ ἡ σωτηρία τῶν φίλων προκριτέα. ιοβ 16,6β ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; «εἰ δὲ καὶ σιωπῇ», φησίν, «ἐνέγκαι τὰ ὀνείδη βουληθείην, οὐ μόνον φιλοσοφίας δόξαν οὐκ ἀποίσομαι, ἀλλὰ τοὐναντίον μειζόνως ὡς παράνομος κριθήσομαι τῆς σιωπῆς ἀπὸ τοῦ περὶ τὰ λεγόμενα συνειδότος γίνεσθαι νομιζομένης.» ιοβ 16,7 νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα κατ' αὐτοὺς καὶ τοῦτο λέγει φάσκων ἐκ θεοῦ τοῦτο αὐτῷ συμβεβηκέναι· οὐχ οὕτως δὲ εἶχε τὸ πρᾶγμα. εἰ γὰρ καὶ ὁ θεὸς συνεχώρησεν, ἀλλά γε οὐ προηγουμένως τοῦτο πεποίηκεν, ἀλλ' ἐξαιτησαμένου τοῦ ἀντικειμένου. "μωρὸν" δὲ ἐνταῦθα τὸ ἀναίσθητον· συνῆψε γὰρ τούτῳ τὸ "σεσηπότα". ιοβ 16,8α καὶ ἐλάβετό μου, εἰς μαρτύριον ἐγενήθη τὸ "ἐπελάβετό μου" ἀντὶ τοῦ «καθήψατο». τοῦτο δὲ εἰς μαρτύριόν μοι ἐγενήθη. καὶ γὰρ τῷ ὄντι ἡ ἀνδρεία τοῦ μακαρίου Ἰὼβ πᾶσιν ἐξάκουστος ἐξετέθη. 103

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.