Unit 24 rem mid
Rem mid: Unit 24; lemma continues; reading with the letter.
Greek
γενήσεται κατὰ τῶν δω407 ροδεκτῶν. ἐπεὶ γὰρ "ἡ κρίσις τοῦ θεοῦ ἐστιν", ὅσοι διαστρέφουσιν τὰ τοῦ θεοῦ κρίματα, οὗτοι ὑπὸ κόλασιν πίπτουσιν. ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας. τοῦτο λέγει, ὅτι πατὴρ ἔσται κακῶν γεννημάτων αἴτιος γινόμενος κολάσεων. τὰς δ' ἀμοιβὰς τὰς θείας οὐκ ἄνθρωπος γεννᾷ, ἀλλὰ θεὸς χαρίζεται· "οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς." καὶ οὐ τοῦτο λέγομεν, ὅτι τῶν ἀγαθῶν ὁ σπουδαῖος οὐκ̣ ἔστιν αἴτιος, ἀλλ' ὅτι αἱ χ̣άριτες τοῦ θεοῦ καὶ αἱ δωρεαὶ ἀνυ̣π̣ε̣ρβ̣λήτῳ ὑπεροχῇ παρ' αὐτοῦ παρέχονται· "πᾶσα γ̣ὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον παρὰ τοῦ πατρὸς τῶν φωτῶν." ὅτι δὲ τοῖς μὲν φαύλοις ἕπεται τὰ τῆς κολάσεως τρόπον τινὰ αὑτοῖς αὐτῶν αὐτὰ ἐπαγόντων, τοῖς δὲ σπουδαίοις θεὸς ὀρέγει τὰς χάριτας, εἴρηται· "τοὺς δοξάζοντάς με δοξάσω, οι῾̣ δὲ ἐμὲ ἐξουθενοῦντες ἀτιμασθήσονται." ἡ γὰρ ἐξουθένωσις τοῦ θεοῦ ἐπιφέρει αὐτοῖς τὴν ἀτιμίαν. τοῦτο καὶ ὁ Παῦλος γράφει· "τοῖς 102 μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσιν ζωὴν αἰώνιον" δίδωσιν θεός, "τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσιν τῇ ἀληθείᾳ ὀργὴ καὶ θυμὸς" ἕπεται. ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. πᾶσα 408 γὰρ αὐτοῦ πρᾶξις, ὡς προείρηται, ματαιότητος πεπλήρωται ἐν γαστρὶ λαμβάνοντος ὀδύνας. "συνέλαβεν γὰρ πόνον καὶ ἔτεκεν ἀδικίαν", δηλονότι τῆς κοιλίας αὐτοῦ δόλον φερούσης. δόλον δὲ ἐνταῦθα τὴν πᾶ σαν κακίαν φησίν. ἔσ̣τ̣ι̣ν̣ μ̣ὲν οὖν καὶ εἶδος κακίας ὁ δόλος, οὐδὲν δ' ἧττον καὶ πᾶσα κακία̣ καλεῖται τῷ ὀνόματι κ̣ατὰ τὸ ει᾿̣ρημένον· "ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥαδιουργίας" καὶ "διὸ ἀποθέμενοι πάντα δόλον καὶ ὑπόκρισιν". κοιλίαν δὲ δε̣ι῀̣ νοεῖν τὴν τὸ δ····· ··ς ψ····κα·· συνκατατ̣ι´̣θ̣ε̣τ̣αι τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς. ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκήκοα τοιαῦτα
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.