Commentarii in Psalmos · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

"κατὰ τὸν ἄνθρωπον" λέγω, μὴ διαίρει αὐτὸν ἀπὸ τοῦ λόγου–, ὅτι "παράκλητός" ἐστιν "πρὸς τὸν πατέρα". οὐδὲ ὁ λόγος χωρὶς τοῦ ἀνθρώπου οὐδὲ ὁ ἄνθρωπος χωρὶς τοῦ λόγου, ἀλλ' αὐτὸς ὁ κεκραμένος ἐξ ἀμφοτέρων γίνεται παράκλητος καὶ "ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν" παρακαλεῖ. αἰτεῖται οὖν ζωὴν ἐκείνην ἣν βούλεται ζωογονηθῆναι. δι' αὐτοῦ δὲ ἡ ζωοποίησις γίνεται· "θανατωθεὶς" γὰρ "σαρ12 κὶ ζωοποιηθεὶς δὲ πνεύματι". καὶ ἡ ψυχὴ τοῦ Ἰησοῦ οὔκ ἐστιν ζωή, ἀλλὰ θεοῦ ἐπ̣ιμετροῦντος καὶ χαριζομένου τὸ ζῆν ἔχει· καὶ πᾶσαι δὲ αἱ ἄλλαι ψυχαί, ὡς ἕκαστον λέγειν· "ἡ ψυχή μου αὐτῷ ζῇ". τὸ ζῆν κατὰ ἀθανασίαν ἡ ψυχὴ ἔντιμον ἔχει. τὸ δὲ "τῷ θεῷ ζῆν" ἐκ τοῦ ἐφ' ἡμῖν καρποῦται, ὡς τὸ ζῆν πάλιν τῇ ἁμαρτίᾳ ἐκ τοῦ ἐφ' ἡμῖν ἐστιν. 5 μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. πάλιν τὴν μακρότητα τῶν ἡμερῶν οὐ δυνάμεθα ἐπὶ ῥητοῦ λαβεῖν. "εἰς τὸν αἰῶνα" δὲ λέγει "καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". αἱ ἡμέραι δὲ αὗται αἱ διδόμεναι καὶ γινόμεναι ὑπὸ ἡλίου, ἐν μόνῳ τούτῳ τῷ αἰῶνι λέγονται. εἴρηται δὲ καί· "πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος"; καί· "ἕως συντελείας τοῦ αἰῶνος τούτου". καὶ "ἐν ταῖς ἡμέραις" τοῦ αἰῶνος ἐὰν λέγουσιν αἱ γραφαί, τοῦ αἰῶνος ἡμέρας λέγου σιν. οὗτος δὲ ὁ αἰτησάμενος μέγας ἐστὶν καὶ οὐ περὶ μικροῦ καὶ ἀδιαφόρου εὐχὴν ἀνέπεμπεν ὥστε καὶ μνημονεύεσθαι τὴν εὐχὴν αὐτοῦ, οὐδὲ περὶ ἡμερῶν τούτων τῶν ἐξ ἡλίου καὶ σελήνης περαινομένων. ἄλλως τοίνυν ταῦτα θεωρητέον. καὶ ὄφει ὅτι ἐν ταῖς γραφαῖς πολλάκις τὰ τοιαῦτα καὶ διαπίπτει καὶ ὡς ἀδύνατα φαίνεται. "τίμα", φησίν, "τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς". οὐ πάντως δὲ ὁ τιμῶν τοὺς γονέας πολυετὴς ἐν τῇ γῇ μένει. πολλοὶ νεώτεροι μετατίθενται. εἴρηται γοῦν ἐν τῇ Σοφίᾳ Σολομῶνος περὶ τῶν τοιούτων· "ἡρπάγην, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ". καὶ λέγει ὅτι· "ἐν ὀλίγῳ τελειωθεὶς ἐπλήρωσεν χρόνους μακρούς". καὶ λέγει πολιὰν εἶναι τὴν φρόνησιν καὶ γῆρας τὸν ἀκηλίδωτον βίον. εἰ δὲ ὁ ἀκηλίδωτος βίος γῆράς ἐστιν, οὐκ ἐξ ἡμερῶν δὲ οὗτος συνίσταται, ἀλλ' ἐξ ἀρετῆς, ἑτέρως δεῖ λαβεῖν τὰς ἡμέρας. "ζωὴν" οὖν "ᾐτήσατό σε", οὐχ ἵνα αὐτὸς ζῇ, 8 ἀλλ' ἵνα ἐκεῖνοι, ὑπὲρ ὧν τὴν δέησιν ἀναφέρει. περὶ τῆς ζωῆς εἴπομεν οὐ τῆς κοινῆς, ἀλλὰ τῆς κατὰ ἀρετήν. ὁ μὴ γνοὺς ἁμαρτίαν μηδὲ ποιήσας αὐτὴν μηδὲ δόλον σχὼν ἐν καρδίᾳ αὐτοῦ, οὐκ εἶχεν νεκρότητα τὴν διαστελλομένην πρὸς τὴν μακαρίαν ζωήν. ὅθεν αἰτούμενος ζωὴν οὐχ ἑαυτῷ ᾐτήσατο, ἀλλ' ἐκείνην θέλει αὐτοῖς δοθῆναι ὑπὲρ ὧν τὴν ἀξίωσιν ἀναφέρει· "ζῶν" γάρ ἐστιν "πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ" τῶν μελλόντων παρ' αὐτοῦ ζωὴν ἔχειν. "ζωὴν" οὖν "ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ". πρὸς τὸν θεὸν λέγει ἤτοι ὁ ὑμνῳδὸς ἢ τὸ ἐν αὐτῷ ἅγιον πνεῦμα. μεγάλη δέ ἐστιν μαρτυρία, ὅταν ὁ εὐχὴν ἀναπέμψας λάβῃ τὰ αἰτήματα. ἔδωκας οὖν αὐτῷ αὐτήν, "μακρότητα ἡμερῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". οὐ θέλουσιν ὅλως πολυχρόνιον τὴν κοινὴν ζωὴν ἔχειν οἱ ἅγιοι ἐν τῷ βίῳ τούτῳ. ἀμέλει γοῦν "κάλλιον", φησίν, "ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι". καὶ ἔτι· "οἴμμοι, ὅτι ἡ 13 παροικία μου ἐμακρύνθη". "πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ". ὁ ὢν "πάροικος καὶ παρεπίδημος" πόθον καὶ σκοπὸν ἔχει ἀποστῆναι τῆς παροικίας, ἵνα κατοικήσῃ ἐν τῷ καταλλήλῳ χωρίῳ. ὥσπερ οὖν οὐ κοινή ἐστιν ζωὴ ἡ ἐνταῦθα δηλουμένη, ἣν καὶ οἱ ἀσεβεῖς ἄνθρωποι ζῶσιν καὶ τὰ ἄλογα ζῷα, οὕτω οὐδὲ "μακρότητα ἡμερῶν" πολυχρόνιον λέγει εἶναι ζωήν, ἀλλὰ "μακρότης ἡμερῶν", ὡς ὁ τιμήσας τοὺς γονέας πολυχρόνιος ἔσται καὶ μακροήμερος. καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ λέγεται· "αὕτη ἡ ζωή σου καὶ αὕτη ἡ μακρότης τῶν ἡμερῶν" τοῦ "ἀγαπᾶν με κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς". ἰδοὺ καὶ ἡ μακρότης τῶν ἡμερῶν ἡ ὅλῃ ψυχῇ καὶ ὅλῃ δυνάμει καὶ ὅλῳ τῷ πόθῳ ἀγαπῶσα αὐτόν. "μακρότητα" οὖν "ἡμερῶν εἰς τὸν αἰῶνα". δυνατὸν λαβεῖν περὶ τῆς μακαρίας ζωῆς ταῦτα τῷδε τῷ τρόπῳ· ἔστιν γὰρ ζωή, ἥτις ἡ αὐτή ἐστιν τῇ περὶ θεοῦ γνώσει. ὅτε ἐλέγετο τό· "αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γιγνώσκουσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν", ἡ ζωὴ αὕτη ἐστὶν ἡ γνῶσις ἡ περὶ πατρὸς καὶ υἱοῦ. καὶ ἔτι· "ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον". ὁ πιστεύων εἰς τὸν σωτῆρα οὐ κοινὴν ζωὴν ἔχει. πολυχρονιώτεροι οἱ ἀσεβεῖς πολλάκις εὑρίσκονται τῶν σπουδαίων. ἐκεῖνοι

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.