Unit 13 rem early
Rem early: Unit 13; lemma and argument toward the thesis.
Greek
εἶναι. ψεῦδος δέ ἐστιν τοῦτο· ὑπάρχει γὰρ τῷ θεῷ οὐσιωδῶς, τῇ τριάδι. μετουσίᾳ δὲ τῆς τριάδος ἔχουσιν οἱ ἄνθρωποι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον καὶ τὴν ἀρετήν. κἂν αὐτοὶ οὖν ἀπόσχωνται, ἔστιν. ἐν τῷ θεῷ, ἀφ' ἧς ἔχουσιν αὐτοὶ τὸ σπουδαῖοι εἶναι, ὑπάρχει. ἡ δὲ κακία ἐὰν μὴ ἐνεργῆται, οὐδ' ὑπάρχει ὅλως. διὰ τοῦτο πολλαὶ γραφαὶ διδάσκουσιν ὅτι οὐχ ὑπάρχει· ἐξ οὗ συνάγεται μηδὲ δύο ἀρχὰς ἐναντίας εἶναι κατ' οὐσίαν μηδὲ ἐκ κατασκευῆς τινας εἶναι φαύλους ἀνθρώπους, ὡς καὶ αὐτὸ βούλονται πολλοὶ τῶν ἑτεροδόξων ὅτι οὐδεὶς προαιρέσει οὔτε ἀγαθὸς οὔτε κακός. πολλὰ δὲ τούτοις ἄτοπα ἀκολουθεῖ καὶ ἀσεβῆ. ἴδε· εἰ πάντες οἱ ὄντες ἀγα78 θοὶ ἐκ κατασκευῆς εἰσιν τοιοῦτοι, καὶ οἱ πονηροὶ κατ' οὐσίαν τυγχάνουσιν, παρέλκει πᾶσα νομοθεσία· ὁ γὰρ νόμος οὐδὲ τὸν ἀγαθὸν ἀγαθὸν δύναται ποιῆσαι οὐδὲ τὸν κακὸν ἀγαθόν. παρέλκοντος δὲ νόμου πᾶσα παραίνεσις, πᾶσα προτροπή, πᾶσα συμβουλία καὶ ὅλως ἀναιρεῖται τὸ λογικὸν τοῦ ἀνθρώπου· ὁ γὰρ προαίρεσιν καὶ βούλησιν μὴ ἔχων οὔκ ἐστιν λογικός. περιττὴ δέ ἐστιν καὶ ἡ τοῦ σωτῆρος ἐπιδημία. τὸν ἀγα θὸν ἀγαθὸν ποιεῖ; –ἐξ ἑαυτοῦ ἐστιν τοιοῦτος· ἀλλὰ τὸν κακὸν ἀγαθόν; –οὐ πέφυκεν δέχεσθαι μετουσίαν ἀγαθοῦ. διὰ κενῆς οὖν ὁ ἁμαρτάνων ἁμαρτάνει. γέγραπται γοῦν ἐν ἄλλῳ ψαλμῷ περὶ αὐτοῦ τοῦ μεγαλοδαίμονος, τοῦ διαβόλου, τοῦ πάσης κακίας αἰτίου· "σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". εἰρήκαμεν πολλάκις ὅτι τὰ κατὰ τῆς ἐναντίας δυνάμεως κείμενα ὀνόματα προαιρέσεώς εἰσιν ὀνόματα· ἐκθρὸς γοῦν λέγεται, διάβολος, ὀνομάζεται σατανᾶς, ὅς ἐστιν ἀντικείμενος, ἁμαρτωλός· καὶ τοῦτο δὲ τὸ ὄνομα προαιρέσεώς ἐστιν. μετὰ ἄρθρου δὲ πάντα μᾶλλον αὐτὸς λέγεται· "ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν"– οὐκ ἐχθροῦ, ἀλλά–"τοῦ ἐχθροῦ". καί· "ῥῦσαι ἡμᾶς"–οὐκ ἀπὸ πονηροῦ, ἀλλά–"ἀπὸ τοῦ πονηροῦ". καὶ ἐνταῦθα· "σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". εἶτα ἐπιφέρει· "ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι' αὐτήν". διὰ τὴν ἑαυτῆς φύσιν οὐκ εὑρίσκεται. ζητεῖται ἡ ἁμαρτία αὐτοῦ ποτε καὶ οὐκ εὑρίσκεται οὐκ οὖσά που, οὐ μεταστᾶσα εἰς ἕτερον τόπον, ἀλλὰ δι' ἑαυτὴν οὐκ εὑρίσκεται, ἐπεὶ οὐκ ἔχει τὸ εἶναι καθ' ἑαυτήν, εἰ μὴ ἐν τῷ ἐνεργοῦντι. καὶ ἔτι· "καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν". ὧδε τὸ ψεύσασθαι οὕτω λέγομεν ὥς φαμεν πολλάκις ψεύδεσθαι τὴν γῆν. ψεύδεται οὖν ἡ ἀδικία ἑαυτήν, ὥστε μηκέτι ὑπάρχειν. ἑαυτὴν ἐψεύσατο διὰ τὴν φύσιν ἑαυτῆς. οὕτως οὖν οἱ ἀνομοῦντες διὰ κενῆς ἀνομοῦσιν, οὐκ ἐπὶ τῷ κερδῆσαί τι, ἀλλὰ μᾶλλον βλαβῆναι. τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι ἀνομοῦσιν οἱ μὴ πεῖραν σχόντες νόμου. νῦν δὲ περὶ τοῦ γραπτοῦ, τοῦ κατὰ διδασκαλίαν νόμου λέγω· οἱ γὰρ τοῦτον μὴ λαβόντες ἄνομοι λέγονται, ὡς καὶ ἐν τῷ· "μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι". ἡ δὲ μετὰ νόμον ἁμαρτία οὐ λέγεται ἁπλῶς ἀνομία, ἀλλὰ παρανομία· 52 "παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἁμαρτιῶν ἑαυτοῦ ἕκαστος σφίνγεται". "οὐδὲ διαμενοῦσιν παράνομοι ἀπέναντι τῶν ὀφθαλμῶν σου". ὁ ἄνομος ὅλως οὐδέποτε γίνεται ἐπίπροσθεν θεοῦ. ὑπὸ τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ οὐ γίνεται εἰ μὴ ἑτέρως κατὰ τὸν τῆς προνοίας λόγον. κατὰ δὲ τὸ τάγμα τῶν σπουδαίων οὐ διαμενοῦσιν. οὐχ οὕτω διαμενοῦσιν ὡς οἱ δίκαιοι, περὶ ὧν λέγεται· "ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους". διὰ τοῦ οὖν εἰπεῖν "οὐ διαμενοῦσιν" δείκνυσιν ὅτι γέγονάν ποτε, ὅτε ἐφύλαττον τὸν νόμον, ὅτε δὲ παραβάται αὐτοῦ γεγόνασιν, τότε ἐκβέβληνται τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 79 4–5 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου. διττῶς αἱ τοῦ θεοῦ ὁδοὶ λέγονται· ἤτοι αἱ φέρουσαι πρὸς αὐτὸν ἢ ἃς αὐτὸς ὁδεύει ἐπιπορευόμενος τοῖς ὅλοις, δέον κατὰ τὸν τῆς προνοίας λόγον ἢ κατὰ τὸ ὠφελεῖν καὶ εἶναι ἐν τοῖς δεκτικοῖς ἑαυτοῦ. λέγει γοῦν· "ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω". ὁ δὲ ἐνπεριπατῶν ἔχει ὁδούς, ἃς αὐτὸς ὁδεύει. διττῶς οὖν ὁδοὺς θεοῦ λέγομεν ἢ τὰς πρὸς αὐτὸν ἀγούσας –αὗται δέ εἰσιν αἱ ἀρεταί–ἢ ἃς αὐτὸς ἐπιβαδίζει κατὰ τὴν πρόνοιαν ἑαυτοῦ καὶ κρίσιν καὶ διοίκησιν καὶ δωρεάς. δεῖ οὖν γνῶναι τὰς ὁδοὺς τοῦ θεοῦ αὐτοῦ γνωρίζοντος. "καὶ τὰς τρίβους σου δίδαξόν με". ἤτοι ἃς τρίβουσιν οἱ πρὸς σὲ σπεύδοντες ἢ ἃς σὺ τρίβεις ἐπιπορευόμενος τοῖς ἔργοις τῆς χάριτός σου. εἰ δὲ ἔστιν καὶ πλείους εἰπεῖν· οἶδας ὅτι πρὸ διδασκαλίας δεῖ εἶναι γνώριμά τινα· ἐκ προγιγνωσκομένων γὰρ αἱ ἐπιστῆμαι καὶ αἱ ἀποδείξεις αἱ ἐπιστημονικαί. ἀμφοτέρας
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.