Commentarii in Psalmos · §u13-rem-close

Unit 13 rem close

Rem CLOSEOUT: Unit 13 CLOSEOUT.

Greek

ἕνεκεν τῆς χρηστότητός σου, κύριε. οὐχ ἕνεκα τῆς ἐμῆς ἀρετῆς μνήσθητί μου. 8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος. ὁ μετὰ εὐθύτητος ὢν χρηστὸς ἀγαθός ἐστιν· πολλάκις 81 γὰρ τὸ "χρηστὸν" ἐπὶ διαβολῇ λαμβάνεται· "φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί". οὐκ ἐπαινετῶς τὰ χρηστὰ ὧδε λαμβάνει, ἀντὶ τῶν ἐπιπολαίων. καὶ πάλιν τὸ ἄκακον ὁμοίως· "ἄκακος πιστεύει παντὶ λόγῳ", ἀντὶ τοῦ εὐήθης. καὶ περὶ τῶν ἑτεροδόξων γράφει Παῦλος· "διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων". 8 διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. εἰ ἦν ἀπότομος, εἰ μὴ ἦν χρηστός, οὐκ ἐνομοθέτει ἐν τῇ ὁδῷ τῆς σωτηρίας τοὺς ἁμαρτάνοντας, ἀλλὰ κολάσει αὐτοὺς παρεδίδου. καὶ αὐτοὺς οὖν τοὺς ἁμαρτάνοντας ἐν ὁδῷ νομοθετεῖ, ἵν' ὁδεύσαντες ταύτην τὴν ὁδὸν σωτηρίαν σχῶσιν. καὶ θεώρει· οὐ λέγει "τοὺς ἡμαρτηκότας", ἀλλὰ "τοὺς ἁμαρτάνοντας". καὶ τοὺς ἔτι ἁμαρτάνοντας διὰ προτροπῶν, νουθεσιῶν, νομοθεσιῶν ἄγει αὐτοὺς εἰς τὴν ὁδόν. ἐπερ · τὸν γραπτὸν λέγει; –κατὰ πάντα τὰ σημαινόμενα τοῦ νόμου ἐκλαμβάνεσθαι τοῦτο τὸ ῥητὸν δύναται. 9 ὁδηγήσει πραεῖς ἐν κρίσει. κεκριμένως τοὺς πράους ὁδηγεῖ· δοκεῖ γὰρ πάλιν καὶ ἡ πραότης τοῖς πολλοῖς ἐπιπολαιότητα σημαίνειν. ὅτε δὲ καὶ κεκριμένως ὁδηγοῦνται, τελείαν ἀρετὴν ἔχουσιν ἣν ἐδίδαξεν ἔχειν ὁ σωτὴρ λέγων· "μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". δύναται δὲ καὶ τὸ "ἐν κρίσει" οὕτως· κρίνας τούτους τοὺς πραεῖς δυναμένους ὠφεληθῆναι ὁδηγεῖ αὐτούς. καὶ ἡ πρώτη δὲ διάνοια μάλιστα ἔχει ἁρμονίως πρὸς τὴν λέξιν ὅτι κεκριμένως ἔρχονται ἐπὶ τὴν ὁδὸν ὁδηγὸν τὸν θεὸν ἔχοντες. ἢ οὐχ ὁδηγεῖ ὁ λέγων· "μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι"; 10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια. ἐν πολλοῖς τόποις τῶν γραφῶν 54 συνέζευκται τὸ ἔλεος τῇ ἀληθείᾳ. μεγάλη τίς ἐστιν ἡ ἀλήθεια, ἵν' οὕτως εἴπω, ὑπὲρ τοὺς ἀνθρώπους ἐστίν. θεώρει δὲ ὅτι πάντα τὰ λογικὰ καὶ τὰ ὑπερφυῆ καὶ τὰ ἄνω ἀπομείναντα χρῄζει τῆς ἀληθείας. ἐνταῦθα δὲ χρῄζομεν τοῦ ἐλέου, ἵνα δυνηθῶμεν γνῶναι τὴν ἀλήθειαν. εἴρηται δὲ ἐν τοῖς ἔνπροσθεν· "τὰς ὁδούς σου, κύριε, καὶ τὰς τρίβους σου ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου". ἀρχὴ οὖν τοῦ ὁδεύειν ταύτας τὰς μακαρίους ὁδοὺς ἐκ τοῦ ἐλέους τοῦ θεοῦ γίνεται, τέλος δὲ ἐκ τῆς ἀληθείας. 10 τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. οὐ τοῖς ἁπλῶς ζητοῦσιν, ἀλλ' ἐπιτεταμένως τοῖς ἐκζητοῦσιν. οἱ ἐρευνῶντες τὰς γραφάς, κἀκεῖνοι ἐκζητοῦσιν τὴν θεοῦ διαθήκην. ταὐτὸν δὲ τὸ ἐρευνᾶν καὶ τὸ ἐκζητεῖν. "καὶ τὰ μαρτύρια αὐτοῦ"· μαρτύριά εἰσιν αὐτοῦ τὰ ὑπ' αὐτοῦ μεμαρτυρημένα λόγια. οἶδας ὅτι τὸ μαρτυρηθὲν ἀναντίρρητον. τὸ ἀναντίρρητον οὖν τῶν θείων παιδευμάτων τῷ ὀνόματι τῶν μαρτυρίων πολλάκις σημαίνεται. ἐπερ · ἃ αὐτὸς ἐμαρτύρησεν; –ἃ αὐτὸς ἐβεβαίωσεν. δυνατὸν δὲ καὶ τὰ ἀνεξέλεγκτα καὶ μὴ ἔχοντα ἀνατροπὴν μαρτύρια λέγεσθαι, οὐχ ὅτι ὑπό τινος ἐμαρτυρήθησαν, ἀλλ' ὅτι ἡ φύσις αὐτῶν τοιαύτη ἐστίν, ὥστε μαρτυρεῖν αὐτὰ 82 τῇ ἀληθείᾳ. "καὶ ὁ μάρτυς", φησίν, "ἐν οὐρανῷ πιστός". περὶ τοῦ θεοῦ, ἐὰν λέγηται ὁ θεὸς μαρτυρεῖσθαι, μὴ τοῦτο λέγομεν ὅτι ὁ μαρτυρῶν αὐτῷ συνιστᾷ αὐτόν. Ἰωάννης ἐλήλυθεν, "ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός"· μὴ γὰρ ὁ μαρτυρήσας περὶ τοῦ φωτὸς Ἰωάννης πίστιν καὶ σύνστασιν τῷ φωτὶ παρέσχεν. ὁ μαρτυρῶν ἐπιστήμῃ ἑαυτὸν δείκνυσιν ἐπιστήμονα, καὶ ὁ μαρτυρῶν ἀρετῇ δείκνυται σπουδαῖος ὤν. οὕτω γοῦν καὶ οἱ ἐν τοῖς διωγμοῖς εὐαρεστήσαντες καὶ ἀθλήσαντες ὡς δεῖ μάρτυρες λέγονται. ἑαυτοὺς ἔδειξαν φιλαλήθεις, ἑαυτοὺς ἔδειξαν εἰδότας τὴν ἀλήθειαν. οὐ τὴν ἀλήθειαν ἐβεβαίωσαν, ἀλλ' ἑαυτοὺς ἐβεβαίωσαν. τὰ ἄξια οὖν τοῦ μαρτυροῦντος λέγεται πολλάκις μαρτύρια. 11 ἕνεκεν τοῦ ὀνόματός σου, κύριε. οὐχ ἕνεκα τῆς ἡμετέρας σπουδῆς ἢ τοῦ ἡμετέρου βίου, ἀλλὰ διὰ τὸ σὸν ὄνομα. τοῦτο γοῦν καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγουσιν· "μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν"· ἐπεὶ γὰρ σοῦ χρηματίζομεν καὶ σὺ θεὸς ἡμῶν ὠνομάσθης, ποίησον διὰ τὸ σὸν ὄνομα. 11 καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. τὸ "πολλή ἐστιν" οὕτω λέγομεν· εἰ τοσαῦτα ποθεῖ γνωρισθῆναι ἑαυτῷ τὰς ὁδούς, ὁδηγηθῆναι ἐπὶ τὴν ἀλήθειαν, πῶς πολλὴν ἔχει ἁμαρτίαν; εἴρηται ἔνπροσθεν τοῦ· "ἀπὸ τῶν κρυφίων μου καθάρισόν με", ὅτι καὶ ὁ βραχὺς μολυσμὸς μεγάλη ἁμαρτία ἐστὶν τῷ ὁλοκαθάρμῳ. 12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον. λοιπὸν πυνθάνεται· τίς ἐστιν ἄρα ὁ φοβούμενος τὸν θεὸν ἄνθρωπος; τούτῳ "νομοθετήσει ἐν ὁδῷ ᾗ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.