Commentarii in Psalmos · §u13-rem-mid

Unit 13 rem mid

Rem mid: Unit 13; lemma continues; reading with the letter.

Greek

οὖν γνώρισόν μοι τὰς ὁδούς σου· οὕτω γὰρ μαθήσομαι τὰς τρίβους σου ἐπεπόμενος τοῖς τρίψασιν αὐτάς, τοῖς προοδεύσασιν ἐν τοῖς καλοῖς ἢ σοῦ προοδεύσαντος, "ἵνα τοῖς ἴχνεσίν σου ἐπακολουθῶμεν" ὑπογραμμόν σε ἔχοντες καὶ τύπον. πρὸ τοῦ διδάξαι οὖν τὸ γνωρίσαι. οὕτω δὲ λέγουσιν ὅτι ἐκ γνωρίμων αἱ ἀποδείξεις καὶ αἱ διδασκαλίαι γίνονται. δυνατὸν λαβεῖν οὕτως ὅτι αἱ κοιναὶ ἔννοιαι προγιγνωσκόμεναί εἰσιν. καὶ τὴν διδασκαλίαν γοῦν ὅτε δοκιμάζομεν, πρὸς τὰς κοινὰς ἐννοίας λέγοντες δοκιμάζομεν αὐτήν. ἀμέλει γοῦν ἐνίοτε διδάςκαλος λέγει τι· καὶ προλαμβάνει ἡ ἔννοια ἡ κοινὴ τοῦ μανθάνοντος καὶ γιγνώσκει, εἰ καλῶς λέ γει ἢ οὐ καλῶς. εὑρήσεις οὖν καὶ ἐπὶ ταῖς ἀποδείξεσιν ταύταις ταῖς ἀνθρωπίναις, ταῖς ἐπιστημονικαῖς, μὴ καλῶς ἀγομένας τὰς ἐπιστήμας, ἐὰν ἃ δέον ἐστὶν προγιγνώσκειν μὴ προγιγνώςκουσιν οἱ ἀκούοντες. ἀμέλει γοῦν πολλάκις καὶ τοῦτο ἡμῖν ἐλέχθη ὅτι, ὅτε τις μανθάνει τινὰ ἃ δεῖ προειδέναι τῆς μαθήσεως, οὐ δεῖ διὰ ἀσαφῶν λέξεων λέγειν ἐκείνῳ, ἐπεὶ οὔκ ἐστιν γνώριμα αὐτῷ. "ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν". μετὰ τὰς πρακτικὰς ἀρετὰς καὶ τὰς κατὰ διάθεσιν ἡ ὁδήγησις ἐπὶ τὴν ἀλήθειαν γίνεται· "ἐπιθυμήσας" γάρ, φησίν, "σοφίας διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν". σοφία δὲ καὶ ἀλήθεια ταὐτόν ἐστιν. ὁ σωτὴρ γοῦν ἀμφότερα εἶναι λέγεται· "Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία". καὶ αὐτὸς εἶπεν· "ἐγώ εἰμι ἡ ἀλήθεια". 5 καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου. θεός μου εἶ δημιουργήσας με, σωτήρ μου εἶ θέλων με βελτιοῦσθαι. σύ μου οὖν διδάσκαλος γενοῦ. ὡς δημιουργός, οὕτω καὶ διδάσκαλος. 5 καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. σὲ ὑπέμεινα πάντα τὸν χρόνον τῆς ζωῆς μου, ἵνα διδάσκαλόν σε σχῶ καὶ σωτῆρα· "πρὸς σὲ" γὰρ "ἦρα τὴν ψυχήν μου", οὐ πρὸς ἄλλον. οὐχ ἕτερον παρεκάλεσα, ἵνα γνωρίσῃ 80 μοι τὰς ὁδούς σου καὶ τὰς τρίβους σου διδάξῃ με, ἀλλὰ σὲ ἠξίωσα καὶ τούτων μοι διδάσκαλον γενέσθαι. πολλαχοῦ ὁ πᾶς τῆς ζωῆς ἡμῶν χρόνος ἡμέρα καλεῖται κατὰ τὸ λεχθέν· "ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", ἀνθ' οὗ πεποίηκεν ὁ ἀπόστολος "πᾶσαν ἡμέραν". δύναται δὲ ἡμέρα λέγεσθαι ὅλος ὁ χρόνος τῆς ζωῆς τῶν ἁγίων, ὅτι ἐν φωτισμῷ εἰσιν ἀεί, καταλαμπόμενοί εἰσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς "τοῦ ἡλίου τῆς δικαιοσύνης". αὕτη ἡ ἡμέρα οὐ μεσολαβεῖται ὑπὸ νυκτῶν, ἀδιάκοπός 53 ἐστιν. εἴρηται γοῦν ἐν ψαλμῷ· "ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου". ἡ ζωὴ δὲ ἡ παρεκτεινομένη τῇ ἐνταῦθα ἐπιδιατριβῇ λέγεται αἰών· "ἔσται" γάρ "σοι δοῦλος εἰς τὸν αἰῶνα". "οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", ἀντὶ τοῦ "διὰ βίου". ἐπεὶ τοίνυν ὁ χρόνος τῆς ἡμετέρας ζωῆς πρὸς τὸ φωτίσαι τὸ πρόσωπόν σου γεγένηται– ἐληλύθαμεν γὰρ τὴν παρουσίαν σου προαναφωνῆσαι–, ὁ αἰὼν ἡμῶν πᾶς εἰς φωτισμὸν τοῦ προσώπου σου γέγονεν ἕνεκεν τοῦ φωτίσαι καὶ φανερῶσαι ἀνθρώποις τὴν ἐπιδημίαν σου. 6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. εἰ γὰρ καὶ παρεκάλεσα καὶ ἦρα τὴν ψυχήν μου πρὸς σὲ καὶ τὰ ἄλλα ἠξίωσα ὑπαρχθῆναί μοι παρὰ σοῦ, ἀλλ' οὐ κατ' ἀξίαν ταῦτα αἰτῶ. οἰκτίρων καὶ ἐλεῶν ταῦτα παρέχεις συμφώνως τῷ· "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ"· κἂν γὰρ πάντα, ἃ παρ' ἑαυτούς, ἐποιήσαμεν, ἐλέῳ θεοῦ σπουδάζομεν τυχεῖν τοῦ τέλους αὐτῶν. ὡς οἰκτίρ μων ἄκουσόν μου, ὡς ἐλεήμων δέξαι μου τὰς εὐχάς. "καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν". μὴ γὰρ χθὲς καὶ πρώην ἤρξω ἐλεήμων εἶναι. ἀίδιος εἶ, ἀιδίως ἀγαθὸς εἶ. 7 ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς. θεωρεῖς ὅτι περὶ προλαβουσῶν ἀγνοιῶν καὶ ἁμαρτημάτων εὔχεται κατ' οἰκτιρμὸν καὶ ἐλεημοσύνην θεοῦ· οὐ γὰρ ἔτι μετάνοιά ἐστιν ἡ ἐπὶ πραττομένοις ἁμαρτήμασιν ἀναπέμπουσα εὐχήν. ἐπὶ παρῳχηκόσιν γίνονται αἱ μετάνοιαι. λέγει γοῦν· "μὴ μνησθῇς τῶν ἁμαρτιῶν καὶ τῶν ἀγνοιῶν μου" ὧν ἔχω, νῦν οὐκ ἔχω δέ, ἀλλὰ τῶν τῆς νεότητος. δυνατὸν δὲ καὶ οὕτως· οἵας ἐὰν ᾖ ἡλικίας ὁ ἀγνοῶν καὶ ἁμαρτάνων, νέος ἐστὶν νεότητι τῆς γνώμης, νεοπαγίᾳν τῆς ἕξεως. εὑρεῖν οὖν ἔστιν ἀεὶ τοὺς ἐξομολογουμένους καὶ μετανοίας λόγους προφέροντας περὶ παρῳχηκότων ἁμαρτημάτων τοῦτο ποιοῦντας· "ἡμαρτήκαμεν, ἠνομήσαμεν, ἠσεβήσαμεν"· πῶς γὰρ οἷόν τέ ἐστιν; ὁ μετανοῶν ἀρετὴν αἰτεῖ. πῶς οὖν δύναται ἀρετὴν ἔχειν ἢ λαβεῖν ὁ ἐν τοῖς ἁμαρτήμασιν ἔτι ὤν; "ἕκκλινον" γοῦν "ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". 7 κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ. ἐπερ · "μνήσθητί μου"; –ἰδίωμά ἐστιν τῆς γραφῆς ἀντὶ τοῦ "γνῶθί με". 7

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.