Unit 16 rem early
Rem early: Unit 16; lemma and argument toward the thesis.
Greek
ὅτι μετὰ τὴν νίψιν τῶν χειρῶν γίνεται καὶ τὸ ἰδεῖν τὰ θαυμάσια καὶ ἀκοῦσαι τὴν φωνὴν τῆς αἰνέσεως· οὐ γὰρ μέχρι πράξεως στῆναι δεῖ τὴν ἀρετήν, ἀλλὰ καὶ μέχρι θεωρίας καὶ αἰνέσεως, μέχρι τοῦ ἐπιγνῶναι αὐτὸ τὸ καλόν, τὴν ἀλήθειαν. 7καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. τὸ ἀκοῦσαι φωνὴν αἰνέσεως γίνεται πρὸς τὸ πάντα τὰ θαυμάσια τοῦ θεοῦ διηγήσασθαι. οὐκ ἔχει ὅλως ἐν τῷ ἰδίῳ λόγῳ ἄλλην διήγησιν ἢ τὴν περὶ τῶν θαυμασίων τοῦ θεοῦ. οὕτω δὲ ἱερεύς ἐστιν ὁ ταῦτα λέγων οὐχ ὁ ἐκ διαδοχῆς ἱερατεύων κατὰ τὰς ἐφημερίας τοῦ νόμου, ἀλλ' ὥσπερ Σαμουὴλ ἀεὶ ἐν τῷ οἴκῳ ἦν. καὶ ἕκαστος δὲ τῶν ἁγίων ὁ δυνάμενος εἰπεῖν· "ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ". καὶ ἐνταῦθα δὲ εἴρηται· "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". ὁ διὰ παντὸς ἔχων τοὺς ὀφθαλμοὺς ἑαυτοῦ πρὸς τὸν θεὸν κυκλοῖ τὸ θυσιαστήριον τοῦ θεοῦ. παραμένων αὐτῷ ἀεὶ ἀεὶ ἱερουργεῖ. 8κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. σκηνὴ καὶ οἶκος τίνι διαφέρει; πολλάκις εἴρηται ὅτι ἡ μὲν σκηνὴ προκοπὴν δηλοῖ· οἰκία γάρ ἐστιν ὁδευόντων, φορητὸς οἶκός ἐστιν. ὁ δὲ οἶκος ἵδρυται ἐν ἑνὶ τόπῳ. τὴν τελειότητα γοῦν σημαίνει. "καὶ τόπον σκηνώματος δόξης σου ἠγάπησα", ὅτε προέκοπτον. ἡ δόξα τοῦ σκηνώματος, τουτέστιν τῆς προκοπῆς, καὶ ἐν πρακτικῇ καὶ ἐν διανοητικῇ γίνεται ἀρετῇ. μεγαλοπρεπής ἐστιν οὗτος ὁ δυνάμενος εἰπεῖν· "πάντα, ἃ ὠφείλαμεν ποιῆσαι, πεποιήκαμεν". οὗτος μεγαλοπρεπής ἐστιν. κυρίως εὖ ἔχει τὸ πρέπον, ὅταν εἰς ἀρετὴν καὶ θεοσέβειαν γένηται. εὐπρεπής ἐστιν ὁ διὰ ἀγαμίας κατορθῶν "πῶς ἀρέσῃ τῷ κυρίῳ". ὁ ὢν "ἅγιος σώματι καὶ πνεύματι" εὐπρέπειαν ἔχει. τὴν εὐπρέπειαν οὖν τοῦ οἴκου σου ἠγάπησα, τὴν τελειότητα. 9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου. οὐ τοῦτο λέγει ὅτι· "δίκαιον ὄντα μή με κατακρίνῃς μετὰ τῶν ἀσεβῶν, μὴ εἰς ἐκείνους με ἑλκύσῃς". τότε δὲ οὐ συνκολάζεις με μετὰ τῶν ἀσεβῶν, ἐὰν κωλύῃς με εἰς ἀσέβειαν ἐλθεῖν. κωλύομαι δὲ εἰς ἀσέβειαν ἐλθεῖν, ἐὰν παραμείνῃ 97 μοι ἃ ὡμολόγησα ἔχειν κατορθώματα, ἐὰν μείνω ἐν ἀκακίᾳ 65 πορευόμενος, ἐὰν ἐλπίζων ἐπὶ σὲ ὥστε μὴ ἀσθενῆσαι. τέλειός εἰμι. τέλειος δὲ ὢν οὐ συναπόλλυμαι τοῖς ἀσεβέσιν. οὐδεὶς σπουδαῖος σὺν φαύλοις καταδικάζεται. διττὸν δέ ἐστιν τῆς ἀπωλείας τὸ εἶδος· μὴ κολάσῃς με μετὰ ἀσεβῶν, μὴ ἀριθμήσῃς με τούτων τῶν κολαζομένων διὰ ἀσέβειαν. καὶ δεύτερον· φύλαττέ με ἐν τῇ εὐσεβείᾳ, ἐν τῷ εὐαρεστεῖν "τῇ ἀληθείᾳ σου"· "οὐ σώσει" γὰρ "ἀσέβεια τὸν παρ' αὐτῆς". μὴ σῴζουσα δὲ ἀπόλλυσιν αὐτόν. "καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου". μὴ τοιαύτην ζωὴν σχοίημι, οἵαν ἔχουσιν οἱ φονικοὶ ἄνθρωποι. κατὰ ἀναγωγήν· οἱ αὐχοῦντες μεγάλοι καὶ ἄνδρες ὄντες, σκανδαλίζοντες δὲ τοὺς μικροὺς τοὺς ἐν τῇ ἐκκλησίᾳ, "ἄνδρες αἱμάτων" εἰσίν. μὴ τοιαῦτά μοι πραχθείη ὥστε μετ' αὐτῶν ἔχειν τὸ ζῆν. "αὕτη ἡ ζωὴ καὶ ἡ μακρότης τῶν ἡμερῶν τὸ ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς". ὁ τοῦτο τὸ ζῆν ἔχων οὐ μετὰ ἀνδρῶν αἱμάτων ἔχει τὴν ζωήν, νεκρός ἐστιν πρὸς τοὺς ἄνδρας τῶν αἱμάτων· νεκρὸς δὲ τῷ μὴ ἔχειν τὴν ζωήν, ἣν αὐτοὶ ἔχουσιν. 10 ὧν ἐν χερσὶν αἱ ἀνομίαι. ἔτι ἐν ταῖς πράξεσιν ἑαυτῶν ἀνομίαν ἔχουσιν. οὐκ ἐσχή κασιν, ἀλλὰ ἔχουσιν. 10 καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. δύναται καὶ δικαστὰς διαβάλλειν δωροδόκους. ἠρέμα δὲ καὶ οἱ μὴ δικάζοντες πολλάκις δωροδοκοῦμεν, ὅταν λαμβάνωμεν πρόσωπόν τινος. καὶ ἐὰν τὰ ἡδέα ἑαυτῷ περιποιῇ, δωροδοκεῖ, παρ' ἑαυτοῦ λαμβάνει δῶρα. 11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. οὐδεὶς τῶν δωροδοκούντων καὶ ἐχόντων τὴν δεξιὰν πεπληρωμένην δώρων, οὐδεὶς τῶν ἀνόμων καὶ αἱμάτων ἀνδρῶν ἐν ἀκακίᾳ ἐπορεύθη. τοιοῦτος ἦν Ἐλύμας ὁ μάγος καὶ ἀσεβὴς καὶ ἐν ἀνομίαις πορευόμενος καὶ τὴν δεξιὰν ἔχων πλήρης δώρων· ἐδόκει γὰρ εἶναι σπουδαῖος πρὸς ἀπατᾶν, καὶ εἴρηται πρὸς αὐτόν· "ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου". ὁ δὲ πάσης ῥᾳδιουργίας πεπληρωμένος οὐ δύναται εἰπεῖν ὅτι· "ἐν ἀκακίᾳ μου ἐπορεύθην". 11 λύτρωσαί με, ὁ θεός, καὶ ἐλέησόν με. ὁ ἐν ἀκακίᾳ πορευόμενος, ὁ ἐν τοῖς κατορθώμασιν τοῖς προειρημένοις ὑπάρχων "λύτρωσαί με" λέγει. εἰ καὶ ἐν τηλικούτοις εἰμὶ κατορθώμασιν καὶ τῇ σῇ συνεργείᾳ πάντα μοι τὰ τῆς ἀρετῆς ἀνύεται, ἀλλ' ἔτι ἐπήχθεις με τὸ "σῶμα τῆς ταπεινώσεως", ἔτι "ἐν τῷ τόπῳ τῆς κακώσεώς" εἰμι· διὸ "λύτρωσαί με". 12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι. ταὐτὸν τὸ ἐν εὐθύτητι στῆναι τοῦ ἔσω ἀνθρώπου τὸν πόδα καὶ τὸ ἐν τῇ πέτρᾳ κατὰ τὸ λεχθέν· "ἔστησας ἐπὶ πέτραν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.