Commentarii in Psalmos · §u19-open

Commentarii in Psalmos Unit 19 opening

Unit 19.

Lemma-led open — προτίμησον τὸν θεόν, ἐπεὶ οὐ δύνῃ ἀκολουθῆσαι ἐμοί

Greek

προκρῖναί τι τοῦ θεοῦ. προκειμένου τοῦ θεὸν ἀγαπῆσαι μάλιστα ἐν καιρῷ ἀγῶνος, ἐν καιρῷ διωγμοῦ, προκριτέα ἐστὶν πάντων ἡ τοῦ θεοῦ ἀγάπη. ἐὰν ἀνθέλκῃ γονεὺς ἢ γῆρας γονέως, "προτίμησον τὸν θεόν, ἐπεὶ οὐ δύνῃ ἀκολουθῆσαι ἐμοί". τὸ μισῆσαι οὖν τὸν πατέρα καὶ τὴν μητέρα οὐκ ἐκεῖνο τὸ μῖσος σημαίνει, καθ' ὃ προβαλλόμεθα καὶ βδελυσσόμεθα, ἀλλὰ κατὰ τὸ μὴ προκρίνειν αὐτοὺς τοῦ θεοῦ. οὕτω καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, οὕτω τοὺς ἀδελφούς. "ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν μισήσει", λέγει. τὴν ἑαυτοῦ ψυχὴν μισεῖ δὲ ὁ θάνατον ὑφιστάμενος ὑπὲρ μαρτυρίου, ἀλλ' ἕνεκα τοῦ σωτῆρος· θεώρει γὰρ τί λέγει· ὁ μισῶν πατέρα "ἕνεκεν ἐμοῦ", οὐ καθάπαξ. πάντων προκριτέος ἐστὶν ὁ σωτήρ. ὥσπερ οὖν τις μισεῖ καὶ μητέρα ἕνεκεν τοῦ σωτῆρος. τὸ μῖσος τοῦτο οὐ διαβολὴν φέρει. ὁ οὕτω μισήσας τοὺς γονέας διὰ τὸν σωτῆρα ἐνκαταλείπεται ὑπ' αὐτῶν. διὸ λέγει· "ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν με". τὴν ἐνκατάλειψιν 1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ ∆αυίδ. ––––––––––––––– ––––––––––––– –––––––––––––––––––––––––––– κατὰ ἀμφότερα καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἀνάστασις γίνεται· "ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός". ὧδε νεκρός ἐστιν ὁ ἁμαρτάνων· "ψυχὴ" γὰρ "ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται"· καί· "ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον" τῷ ἁμαρτάνοντι. τοῦτον οὖν διεγείρει εἰς τὴν ζωὴν τὴν πρὸ τῆς πτώσεως· αὕτη γὰρ ἦν ἡ σὺν ἀρετῇ. οὕτω καὶ ἐν Ἰηρεμίᾳ 77 λέγεται· "μήτι ὁ πεσὼν οὐκ ἀνίσταται"; γίνεται δὲ καὶ τοῦ σώματος ἀνάστασις· οὐ γὰρ ἡ πλάσις αὐτοῦ πτῶσις η, ἀλλὰ ἡ μετὰ τὴν πλάσιν φθορά. διὰ τοῦτο οὖν καὶ αὐτὸ ἀνίσταται. καὶ καθόλου γε τοῦτο λέγομεν· ἡγεῖται τὰ καλὰ τῶν κακῶν. ἀμέλει γοῦν καὶ ἡ κακοτεχν̣ία μετὰ τὴν τέχνην ἐστίν, καὶ τὸ σφάλμα μετὰ τὸ ὀρθόν, καὶ ἡ παρακοὴ μετὰ τὸν νόμον· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ παρ̣α̣κοὴ ἢ παράβασις ἐντολῆς. καὶ πάλιν τὸ "3παρὰ"3 λεγόμενον ἀεὶ ψέγεται· "3παρανοεῖ"3, "3παραβλέπει"3, "3παρ̣αβαίνει"3. πρώτη οὖν ἐστιν ἡ ἀρετή· θεώρει γάρ, ποῦ νεύει ὁ λόγος· γέγονεν τὸ λογικόν, ἵνα ἀρετὴν ἔχῃ· οὐδὲ γὰρ γέγονεν, ἵν̣α κα̣κίαν ἔχῃ, ἐπεὶ αὐτὴ ἦν ἡ ἀρετὴ ἡ κακία, καὶ ἀπόπτωσις αὐτῆς ἡ ἀρετή. ὅσον οὖν ἧκεν εἰς τὴν ἔνυλον ζ̣ωήν̣, σχεδὸν πάντες ἀπὸ ἁμαρτίας ἄρχονται. καὶ ἐὰν τοῦτο δοθῇ, ὅτι οὐδέ ποτε ἔζησεν ἡ ψυχὴ πρὸ τῆς ἐν̣ύλου ζωῆς, ἀπὸ κακίας ἤρξατο τὰ πράγματα, καὶ οὔκ ἐστιν ἁμαρτία ἡ ἁμαρτία, ἀλλὰ μᾶλλον ἡ ἀρε̣τή· οὐδεὶς γὰρ τὸ κατὰ φύσιν ἐνεργῶν καὶ τὸ οἰκεῖον ἁμαρτάνειν λέγεται. οἱ τὰς τέχνας οὖν μετιόντες καὶ κατ' αὐτὰς ἐνεργοῦντες ὅτε τὰ οἰκεῖα τῇ τέχνῃ ποιοῦσιν, οὐ λέγονται παρανοεῖν, οὐ λέγονται παραβαίνειν. γέγονεν οὖν οἰκοδομὴ τοῦ οἴκου τοῦ πεσόντος καὶ ἐπιστροφὴ τῆς αἰχμαλωσίας. κατὰ πρότερον θεώρημα λέγομεν, ὅτι τὸ αὐτό ἐστιν τὸ οἰκοῦν καὶ οἶκος. δύναται δὲ καὶ οὕτω, ἵνα καθολικώτερον λάβῃς· τὸ ἄθροισμα τῶν πιστῶν, ἡ ἐκκλησία, ὁ οἶκός ἐστιν· "ἵν' εἰδῇς πῶς δεῖται ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι"· καί· "ἠγάπησα εὐπρέπειαν οἴκου σου". οἱ οἰκοῦντες δὲ οὗτοι οἱ πιστοί, οἱ κατὰ ἀρετὴν πολιτευόμενοι. ἐὰν δὲ ἡ ψυχὴ ᾖν ὁ οἶκος, οἱ λογισμοὶ οἱ σπουδαῖοι, οἱ συνφυεῖς αὐτῇ, οἱ οἰκοῦντές εἰσιν. ἅμα δὲ γίνεται καὶ ἡ οἰκοδομὴ καὶ ὁ ἐνκαινισμός. ἀνακαινισμὸς δέ ἐστιν τότε, ὅταν οἱ πρότερον ἔξω αὐτοῦ γεγενημένοι λάβωσιν πάλιν τὴν ἐν αὐτῷ οἴκησιν. "ψαλμὸς ᾠδῆς". ἐλέγομεν ὅτε ἠρξάμεθα τοῦ εἰκοστοῦ ψαλμοῦ, ὅτι εἰσὶν ψαλμοί, εἰσὶν ᾠδαί, εἰσὶν ψαλμοὶ ᾠδαὶ καὶ ᾠδαὶ ψαλμοί. καὶ ἔλεγον, ὅτι τὴν πρᾶξιν σημαίνει ὁ ψαλμός. ὄργανον δὲ κρούει ὁ ψάλλων τὸ λεγόμενον ψαλτήριον. δυνατὸν δὲ ᾄδειν καὶ ἄνευ ψαλτηρίου· ὁ θεωρίᾳ γὰρ χρώμενος μόνῃ–τὸ νοῆσαι θεόν, τὸ γνῶναι τὴν ἀλήθειαν καὶ μετασχεῖν αὐτῆς, ἵνα αὐτὸ κατ' αὐτὸ λάβῃς, ἐπεὶ ἔχει πάντως ᾀδομένην τὴν πρᾶξιν, τὅτε τις, φέρε,

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.