Unit 19 rem early
Rem early: Unit 19; lemma and argument toward the thesis.
Greek
θεωρεῖ καὶ ἐπιστημονικῶς ἐπιβάλλει, τί ἐστιν γνῶσις, τί ἐστιν "μυστήριον βασιλείας", οὗτος ᾄδει. πάλιν ὅσοι πράττουσιν καὶ αὐτὸ τοῦτο μόνον μέχρι τοῦ πρᾶξαι ἵστανται, ψάλλουσιν· ὡς ἐλέγομεν καὶ περὶ τῶν κριῶν, ὅτι βίον εὔτονον ἔχουσιν, οὐκ ἀναγομένων δὲ οὐδὲ ὃν ἔχουσιν βίον οὐδὲ τὰ καθέκαστα ἔργα τοῦ βίου. ἐκεῖνος ψάλλει. ὁ δὲ καὶ ψάλλων καὶ πράττων καὶ ᾄδων καὶ θεωρῶν ἐὰν μὲν ἀπὸ τοῦ πράττειν ἄρξηται, ψαλμὸς ᾠδῆς ἐστίν, ἐὰν δὲ ἀπὸ τοῦ θεωρεῖν, ᾠδὴ ψαλμοῦ. ὁρῶμεν δὲ ταῦτα γινόμενα· πολλάκις τινὲς θεωρεῖν βουλόμενοι ἐπιστάνουσιν ταῖς ἀρεταῖς 130 καὶ τοῖς ἔργοις αὐτῶν καὶ ἐξ αὐτοῦ τοῦ ἐπιστάνειν τὸ δυνατὸν τοῦ κατορθῶσαι λαβόντες ἔρχονται ἐπὶ τὸ πράττειν. γέγονεν ᾠδὴ ψαλμοῦ. ἡ ᾠδὴ ἡγεῖτο, ἡ θεωρία. "ἐπιθυμήσας σοφίας διατήρησον ἐντολάς"· ὁ ἐπίθυμος ᾖδεν· διετήρησεν ἐντολάς, ἔψαλεν· καὶ πάλιν ψάλας ἔχει χορηγουμένην αὐτήν. συμβαίνει οὖν ποτε ἀπὸ τῆς ᾠδῆς ἄρξασθαι καὶ διαδέξασθαι τὸν ψαλμόν, καὶ ὁ πάλιν ὁ ψαλμὸς ὁδοποιήσας τῇ ψυχῇ πάλιν ῳ᾿̣δὴν φέρει. ἐὰν οὖν ἡ ἀρχὴ καὶ ἐπίνοια τῆς ἀρχῆς ἀπὸ ἔργου γένη ται τέχνης, ψαλμὸς ᾠδῆς ἐστιν· ὅταν δὲ ἀπὸ τῆς θεωρίας ἀρξάμ̣ενός τις ἔρωτα λάβῃ τοῦ κατὰ ἀρετὴν ζῆν, ᾠδὴ ψαλμοῦ ἐστιν. ἔδει οὖν ὑπὲρ τοῦ ἐνκαινισμοῦ τοῦ οἴκ̣ου οὕτως χορεύειν τὸν εἰσαγόμενον εἰς τὸ ἐνκαινίσαι τὸν οἶκον. ἀντακολουθία αὕτη λε´̣γεται. ἐστὶν δὲ ἀκολούθησις, ὅταν τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθῇ καὶ μὴ ἀντιστρέφῃ. ἐὰν δὲ ἀκολούθησις ἀντιστρέφῃ, ὡς γίνεσθαι τὸ πρότερον ἡγούμενον ἑπόμενον καὶ τὸ ἑπόυμενον ἡγούμενον, ἀντ̣ακολουθία ἐστίν. τὸ γοῦν "τῷ ∆αυίδ", τούτῳ τῷ κατορθώσαντι, ᾧ ἡ νίκη καὶ ὁ ὕμνος ἀναφέρ̣εται, ἢ 78 αὐτὸς ὁ ὑμνῳδός. κἂν ὁ ὑμνῳδὸς δὲ λέγῃ, ἐκ τοῦ ἁγίου πνεύματος λέγειν φαίνεται. οὐ ταὐτόν ἐστιν φάναι, ὅτι "3ἄνθρωπος λέγει"3 καὶ "3ἐπιστήμων ἄνθρωπος λέγει"3· ὅταν γὰρ ἄνθρωπον λέγωμεν εἶναι τὸν ἀπαγγέλλοντα, ἀνθρώπινά εἰσιν τὰ ἀπαγγελλόμενα, ὅταν δὲ ἐπιστήμονα, ἐπιστημονικά ἐστιν. ἡ ἐπιστήμη ἐκείνῳ ὑπηχεῖ, κἀκεῖνος ὥσπερ διάκονος γίνεται τῆς ἐπιστήμης. ὁ "3ἱκανὸς"3 οὖν "3τῇ χειρὶ"3 ᾄδει τὸν ψαλμὸν τοῦτον ἢ τὴν ᾠδὴν ταύτην, τὸν ψαλμὸν τῆς ᾠδῆς ἢ ἔνπαλιν. πᾶς δὲ πρακτικὸς "3ἱκανός"3 ἐστιν "3χειρί"3. ὁ δὲ σωτὴρ μάλιστα τοῦτο ἔχει· καὶ γὰρ οἱ ἄλλοι τὴν ἱκανότητα παρ' αὐτοῦ λαμβάνουσιν. ὁ Ἰωάννης γοῦν εἰς τὸ μέγεθος αὐτοῦ ἀφορῶν ἔλεγεν· "οὐκ εἰμὶ ἱκανός, ἵνα̣ λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ". πάλιν ἐὰν διδῶται παρ' αὐτοῦ ἡ ἱκανότης, "ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης". εἰ μιμηταὶ τοῦ Χριστοῦ γίνονται οἱ εἰς τοῦτο προτραπέντες καὶ ἔρωτα τοῦ πράγματος εἰληφότες, ὁρῶντες αὐτὸν "3ἱκανῶς"3 ἐνεργοῦντα ἐνεργοῦσιν καὶ αὐτοὶ κατὰ τὸ ἐφικτὸν αὐτοῖς "3ἱκανῶς"3. ἔλεγον δὲ ἐν τοῖς ψαλμοῖς ἀρχόμενος, ὅτι τὰ λεγόμενα περὶ τοῦ ἀνθρώπου οὗ ἀνέλαβεν ὁ σωτήρ, ῥηθείη περὶ παντὸς μιμητοῦ αὐτοῦ, οὐ μὴν ἃ λέγεται περὶ αὐτοῦ ὡς μονογενοῦς υἱοῦ καὶ θεοῦ λόγου· ῥηθείη ἄν, οὐ λέγω περὶ ἀνθρώπων, ἀλλ' οὐδὲ περὶ ἀρχῶν, περὶ οὐδενὸς ὅλως γενητοῦ. τὰ νῦν οὖν λεγόμενα ἁρμόζει τῷ ἀνθρώπῳ τοῦ σωτῆρος· διὸ καὶ ἄλλοι δύνανται αὐτὰ ποιεῖν. 2 Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με. ἃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· ἃ λέγεται περὶ θεοῦ, ὡς περὶ θεοῦ νοεῖται, ἃ δὲ λέγεται περὶ ἀνθρώπων, ὡς περὶ ἀνθρώπων νοεῖται. ἐνίοτε δὲ τὰ περὶ ἀνθρώπων λεγόμενα, ἐὰν μὴ ᾗ θνητοὶ καὶ ᾗ ἄνθρωποι, ἀλλ' ᾗ λογικοὶ λέγωνται, καὶ περὶ ἀγγέλων καὶ ἁπαξαπλῶς πάσης νοερᾶς οὐσίας ῥηθείη· κατὰ γὰρ τὸ νοερὸν ὁμοούσιός ἐστιν ὁ ἄνθρωπος, κατὰ τὸ δεκτικὸν τοῦ γίνεσθαι τέλειος "ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν"· τί γὰρ πλέον δύν̣αται καρπώσασθαι ἄγγελος 131 κατὰ τὸ ἐφικτόν; εἶτα ὁ σωτὴρ ἀνθρώποις λέγει, ὅτι ἐλεύσομαι ἐγὼ καὶ ὁ πατήρ μου "καὶ μονὴν π̣αρ' αὐτῷ ποιησόμεθα". τί πλέον ἔχει κτήσασθαι ἄγγελος σπουδαῖος; καὶ ἔτι· "δός, ἵν' ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν". τί πλέον ἔχει κτήσασθαι ἡ ἄνω οὐσία; τὴν διαφορὰν λαμβάνομεν κατὰ τὰ σωματικώτερα· οὐκ ἔχει σάρκα ὁ ἄγγελος. οὐ τοῦτο δέ ἐστιν τὸ εἶναι λογικὸν τὸν ἄνθρωπον τὸ σάρκα ἔχειν, ἐπεὶ πάντα τὰ ἔχοντα σάρκα λογικά εἰσιν. ἴδε οὖν· ἐὰν οὖν λέγῃ παρ' ἡμῖν τὸ ὑψωθῆναι τὸ ἐκ ταπεινοῦ τόπου εἰς ὑπερκείμενον καὶ ὕπερθεν μετεωρίζεσθαι, δεῖ δὲ πρῶτον ἔχειν τὸ τόπον μεταβάλλειν. ἀδύνατόν ἐστιν τὸ μὴ μεταβάλλον τόπον ὑψωθῆναι ἢ ταπεινωθῆναι, τοπικῶς λέγω. ὅταν οὖν ὁ ἅγιος λέγῃ· "ὑψώσω σε", τοῦτο λέγει· εὐχαριστήσω σοι. ἐάν τις νοῇ Χριστὸν κατὰ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.