Commentarii in Psalmos · §u21-rem-early

Unit 21 rem early

Rem early: Unit 21; lemma and argument toward the thesis.

Greek

λυτροῦται ὑπὸ θεοῦ ὁ ἔξω πάσης ταραχῆς γινόμενος. ὁ θεὸς οὖν τῆς ἀληθείας λυτροῦται ἀπὸ ἀπάτης· ᾗ θεὸς ἀληθείας ἐστίν, ἀπὸ ἀπάτης καὶ ψευδοδοξίας λυτροῦται. ὅταν τις φρονήματα ἐσφαλμένα καὶ ψευδῆ ἔχῃ, χρῄζει θεοῦ, ἵνα τῇ ἀληθείᾳ ἑαυτοῦ ἔξω αὐτὸν ποιήσῃ πάσης ἀπάτης. πάλιν ὁ θεὸς τῆς δικαιοσύνης ῥύεται ἀπὸ ἀδικημάτων· εἴρηται γοῦν· "εἰσάκουσόν μου, ὁ θεὸς τῆς δικαιοσύνης μου", ἵνα πάσης ἀδικίας ἐκτός με ποιήσῃς, ἵνα τοὺς ἐνεργοῦντας κατ' ἐμοῦ τὰ ἄδικα ἥττῃ ὑποβάλῃς. 141 καὶ οὕτως ἐφ' ἑκάστου· ὁ Ἰωσὴφ παρεκάλει τὸν θεὸν τῆς σωφροσύνης, ἵνα μὴ ὑποπέσῃ ταῖς πάγαις τῆς ἀναπειθούσης εἰς ἀκολασίαν· καὶ ἡ Σωσάννα, ἵνα μὴ ὑποπέσῃ τοῖς πρεσβυτέροις εἰς μοιχείαν. ὁ θεὸς τῆς σωφροσύνης ἐπακούει, οὐχ ὅτι ἄλλος καὶ ἄλλος ἐστίν. 7 ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. ἐπεὶ θεὸς τῆς ἀληθείας εἶ, καὶ ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. τὰ μάταια δὲ οὔκ εἰσιν ἀληθῆ. "3διὰ κενῆς"3 δὲ εἶπεν αὐτά, ἐπεὶ τρόπον τινὰ οὐχ ὑφίστανται. πᾶν ψευδὲς ἀνυπόστατόν ἐστιν. περὶ τῆς κυοφορησάσης τὸν ναὸν τοῦ Ἰησοῦ ὅταν λέγω ὅτι "3τέτοκεν"3, ἀληθεύω· ἐὰν δὲ εἴπω· "3τέτοκεν ἐξ ἀνδρός"3, ψεύδομαι· οὐχ ὅτι τέτοκεν, περὶ τὸν τρόπον τὸ ψεῦδος γίνεται. πᾶσα κακία διὰ κενῆς γίνεται, οὐκ ἔχει τέλος. λέγει ο̣ὖν̣· σύ, ὦ θεέ, τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς ἐμίσησας. ἐάν τις τῶν τοιαῦτα φυλαττόντων αἴσθησιν λάβῃ, τίς ὁ μισῶν τὰ τοιαῦτα, πεπαύσεται ἢ κακίσειεν ἑαυτόν. 7 ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. σὺ οὐ῀̣ν, ὦ δέσποτα, "ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς", ἐγὼ δὲ ἐπὶ σὲ ὡς κύριόν μου ἤλπισα· ἠδύνατο γὰρ εἰπεῖν· "3ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα"3. λέγει δέ· "ἐπὶ τῷ κυρίῳ ἤλπισα". ὡς δοῦλος ταῦτα λαλεῖ. ἀπὸ διαθέσεως δούλου καὶ ἔργο̣υ̣ δούλου ταῦτα λέγει. 8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου. ἐπὶ τῷ σῷ ἐλέει· εἰ γὰρ καὶ κύριόν σε ὁμολογῶ καὶ ἤλπισα ἐπὶ σέ, ἀλλ' οὐ τῇ ἐμῇ δυνάμει τὸ τέλος παραγίνεται, ἀλλ' ἐλεημοσυ´̣νῃ τῇ σῇ. 8 ὅτι ἐφεῖδες τὴν ταπείνωσίν μου. ἐφεῖδες τὴν ταπείνωσίν μου τὴν μέλλουσαν διαδέχεσθαι. ἐφιδὼν οὐκ ἔασάς με πεσεῖν εἰς αὐτήν. 8 ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. ἁπλουστέρως ἐν τῇ γραφῇ ἀνάγκαι λέγονται αἱ θλίψεις· "ἑξάκις" γὰρ "ἐξ ἀναγκῶν σε ἐξελεῖται", καί· "ἐκέκραξαν πρὸς κύριον, καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς". ἔξω με πάσης θλίψεως πεποίηκεν, ἐπινεύσας δηλονότι τῇ παρακλήσει· ἀνέπεμψα γὰρ εὐχήν, ἵνα ἀπὸ τῶν ἐχθρῶν ῥυσθῶ, ἀπὸ τῶν ἐπικειμένων πολεμίων. δύνασαι δέ πώς ποτε λογικώτερον τὰς κακίας ἀνάγκας εἰπεῖν. ἐξ ἀνάγκης ὁ κακὸς οὐ δέχεται δικαιοσύνην. οὐ λέγω τὸν ἄνθρωπον μὴ εἶναι δεκτικὸν δικαιοσύνης, ἀλλὰ τὸν ἄδικον. οὐ τὸ ἔξω τῶν θλιβηρῶν γενέσθαι, ἀλλὰ τὸ μὴ ἡττηθῆναι· οὕτω γὰρ ἠκούσαμεν καὶ τό· "ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ", καί· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς 87 πειρασμόν". εἰ δὲ τοῦτο παρεκάλουν οἱ Χριστοῦ ἀπόστολοι καὶ οἱ ἄλλοι δίκαιοι τὸ μὴ πειρασθῆναι, οὐδέποτε ἐπηκούσθησαν, εἴγε ἀληθεύουσιν λέγοντες· "ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι". 9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ. συνκλείομαι εἰς τὰς χεῖρας τῶν ἐπιβουλευόντων, ὅταν ἡττηθῶ ἀπὸ τῶν ἀναγκῶν καὶ τῶν θλίψεων. ὅταν δὲ σωθῶ ἀπ' αὐτῶν, οὐ συνκλείομαι εἰς τὰς χεῖρας αὐτῶν, οὐ πράττω ὅπερ βούλονται κατ' ἐμοῦ ἐπαγαγεῖν. 9 ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. διχῶς καὶ τοῦτο νοητέον. ἡ ἀγωγὴ ἡ κατὰ τὸν περίγειον τόπον καὶ ἡ κατὰ κακίαν λέγεται πλατεῖα εἶναι καὶ εὐρύχωρος. μέγα δέ ἐστιν γενόμενον ἐν ταύτῃ τῇ πλατείᾳ καὶ εὐρυχώρῳ μὴ ὑποσυρῆναι ἀλλὰ στήκειν. ἡ στάσις δὲ παρὰ θεοῦ γίνεται. χαριστηρίως οὖν λέγει· "ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου". οὐκ αἰσθάνονται οἱ πόδες μου θλίψεως περιεστηκυίας. οἱ 142 λέγοντες γοῦν· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις, στενοχωρία"; ἐροῦσιν· "ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας" ἡμῶν. εἰ καὶ ὁ τόπος, ἐν ᾧ γεγόναμεν, καὶ ἡ ὁδός, ἐν ᾗ τυγχάνομεν, στενή ἐστιν, ἀλλὰ εὐρύχωρον αὐτὴν ὁρῶμεν σοῦ πλατύνοντος τὴν θλῖψιν. εὐρυτέραν ὁδὸν τῆς θλίψεως παρέχεις βοηθῶν. 10 ἐλέησόν με, κύριε, ὅτι θλίβομαι. ἀλλὰ λέγεις, ὅτι καὶ μὴν εἶπεν· "ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου". ἵν' ὁ ἅγιος εὔχεται ἀδιαλείπτως· μὴ γὰρ ἕν ἐστιν θλιβηρόν, μὴ γὰρ μία περίστασίς ἐστιν ἐν τῷ βίῳ, μὴ γὰρ εἷς πειρασμός. ἐάν τις οὖν παρακαλέσας ῥυσθῇ ἀπό τινος ἢ ἀπό τινων, πάλιν ὁρᾷ ἄλλα ἐφεδρεύοντα, καὶ πάλιν περὶ ἐκείνων εὔχεται· θλίβουσιν γὰρ αὐτὸν τὰ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.