Commentarii in Psalmos · §u21-rem-close

Unit 21 rem close

Rem CLOSEOUT: Unit 21 CLOSEOUT.

Greek

Σωκράτους ἀποδίδως, μὴ λέγεις ὅτι, φέρε, ∆ίων. "3ζῷον θνητὸν λογικόν ἐστιν"3 τοῦ εἴδους ἐστὶν ὁ λόγος. καὶ ἐὰν τοίνυν λέγω, ὅτι ὁ δίκαιος ἔξω ἀδικίας ἐστίν, οὐ τόνδε τὸν δίκαιον λέγω, ἀλλὰ καθόλου τὸν δίκαιον. ἐπεὶ τοίνυν καὶ ἡ ἀρχὴ τοῦ ψαλμοῦ οὕτως γέγονεν· "ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα", περὶ παντὸς ἐλπίσαντος καὶ ἀκαταίσχυντον τέλος ζητοῦντος τῆς προσδοκίας ἐκλάμβανε τὰς λέξεις πάσας· μὴ γὰρ ὁ λέγων ἐνκώμια ῥήτορος τοῦδε ἢ τοῦδε λέγει. 11 καὶ ἠςθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. πτωχείαν πάλιν ὧδε οὐ τὴν στέρησιν τῶν χρημάτων λέγει. ἡ ἰσχὺς ἐνταῦθα πρὸς διαφορὰν ἀσθενείας λέγεται. ἡ ἰσχὺς οὖν ἡ κατὰ ψυχὴν ἐκ πλούτου συνίσταται, ἡ δὲ αἰσθητὴ καὶ σωματικὴ οὐ πάντως· εἰσὶν ἰσχυροὶ μηδὲν κεκτημένοι, καὶ ἀσθενεῖς πολλῶν χρημάτων δεσπόται. ὡς εἴ τις λέγοι καὶ περὶ ἀρετῆς ἢ ἐπιστήμης· "3ἐπεὶ ἐπτώχευσα ἀπὸ τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης, ἡ ἰσχύς μου, ἣν ὤφειλον ἔχειν ἐκ τῆς παρουσίας τούτων τῶν ποιοτήτων, ἀσθενὴς γέγονεν"3. "τὰ ὀστᾶ μου ἐταράχθησαν". τὰ ὀστᾶ μέρη εἰσὶν τοῦ σώματος διακρατητικὰ τῶν ἄλλων μερῶν αὐτοῦ. τῶν ὀστῶν ὄντων καὶ νεῦρα δύνανται εἶναι καὶ φλέβια καὶ τὰ ἄλλα. ὅταν οὖν αἱ ἰσχυραὶ δυνάμεις τῆς ψυχῆς ὀστᾶ καλούμεναι ἀσθενήσωσιν, ὅλη αὐτὴ ἐν ἀσθενείᾳ γίνεται. καὶ ὅτι ὀστᾶ οὐ τὰ του῀̣ σώματος λέγει· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· "3κύριε, τίς ὅμοιός σοι"3"; τὰ ὀστᾶ δὲ τοῦ σώματος οὐδ' ὅλως ἔχουσιν ἔννοια̣ν θεοῦ, ἵνα καὶ δυνηθῶσιν 144 εἰπεῖν, εἴ ἐστίν τις ὅμοιος ἢ οὔκ ἐστιν· δεῖ γὰρ πρῶτον γ̣ν̣ῶναι θεόν, εἶτ' οὕτως εἰπεῖν. ἐὰν οὖν λέγῃ· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν", τὰς δυνάμεις τῆς ψυχῆς τὰς εὐτόνους καὶ διακρατούσας τὰς ἄλλας αὐτῆς δυνάμεις, τὰς αἰσθητικάς, τὰς φανταστικάς, τὰς 89 μνημονικάς. καὶ πάλιν· "διεσκορπίσθη τὰ ὀστᾶ μου παρὰ τὸν ᾅδην", οἱ ἐξομολογούμενοι καὶ μετανοοῦντες λέγουσιν. παρὰ τὸν ᾅδην δὲ τοῦτον τὸν εἰωθότα λέγεσθαι οὐ δύναται ὀστᾶ σώματος σκορπισθῆναι. εἰ δὲ καὶ εἶεν, ὡς λέγουσίν τινες, ὑπὸ τὴν σελήνην, οὐ γίνεται ἐκεῖ τὰ ὀστᾶ τῶν νεκρῶν. ἀλλ' ὅταν αἱ τῆς ψυχῆς δυνάμεις αἱ δι' εὐτονίαν ὀστᾶ καλούμεναι ὑπὸ ἁμαρτίαν γένωνται, "παρὰ τὸν ᾅδην ἐσκορπίςθησαν", οὐκέτι σῴζουσιν τὴν ἰδίαν ἁρμονίαν. 12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα. ἔλεγον τὸν ψαλμὸν τοῦτον ὡς καὶ τοὺς πρὸ αὐτοῦ καὶ ἐκ προσώπου τοῦ σωτῆρος λέγεσθαι κατὰ τὸν ἄν̣θρωπον. "παρὰ πᾶσιν τοῖς ἐχθροῖς μου ὄνειδος ἐγενήθην". τὸν σταυρὸν αἰνίττεται· λέγει γὰρ ἐν ψαλμῷ ἄλλῳ̣, ὃν ε᾿̣ξ̣έλαβεν ὁ Παῦλος ἐκ προσώπου τοῦ σωτῆρος εἶναι, τό· "οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ". ἐγὼ ἀνεδεξάμην αὐτούς. ὀνειδίζουσίν σέ τινες, ὦ πάτερ ἢ ὦ θεέ, καὶ οὗτοι οἱ ὀνειδισμοὶ ἐπέπεσαν ἐπ' ἐμέ. καὶ θαυμαστὸν οὐδέν· πολλάκις καὶ ἐπιστήμων ὅταν ἴδῃ χλευάζοντας τὴν ἐπιστήμην, εἰς ἑαυτὸν ἕλκει τοὺς ὀνειδισμούς. ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἁμαρτάνοντες. τοῦτο δὲ εἴρηται· "εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν". ὁ ἁμαρτάνων ἐχθρός ἐστιν θεοῦ, οὐ θεὸς ἐχθρός ἐστιν ἐκείνου· οὐδενὸς γάρ ἐστιν ὁ θεὸς ἐχθρός. "καὶ τοῖς γείτοσίν μου σφόδρα". γείτονες αὐτοῦ εἰσιν οἱ ἐπαγγελλόμενοι τὴν γραφὴν αὐτοῦ γιγνώσκειν καὶ μετόχους αὐτοῦ λέγοντες ἑαυτούς. "σφόδρα" οὖν· οἷον, φέρε, ἐχθροὶ ἔστωσαν οἱ ἐθνικοί· ἁμαρτάνουσιν γὰρ καὶ ἀσεβοῦσιν. ὄνειδος παρὰ πᾶσιν ἐκείνοις γέγονα, ὡς σταυρὸν ὑπομείνας, ὡς εἰς θάνατον κατελθών. "καὶ τοῖς γείτοσίν μου σφόδρα". ὅταν δὲ οἱ ἐνγίζειν μοι ὀφείλοντες καὶ τὰ οἰκοδομήματα ἑαυτῶν ἐγγύς μου ἔχειν ἐπαγγελλόμενοι τὰ αὐτὰ πράττουσιν τοῖς ἐχθροῖς, σφόδρα παρὰ τούτους ὁ ὀνειδισμὸς γέγονεν. 12 καὶ φόβος τοῖς γνωστοῖς μου. οἱ γιγνώσκοντές με θεωρήσαντές με ταῦτα παθόντα φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, ἢ φόβον ἔσχον τοῦ μὴ τὰ αὐτὰ παθεῖν. 12 οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ. οἱ θεωροῦντές με πρὸ τούτου τὰ περὶ ἐμὲ γενόμενα θεωρή σαντες ἔξω μου γέγοναν, οὐκ ἀποσταλέντες παρ' ἐμοῦ, ἀλλ' ἔφυγον ἔξω. πᾶς φεύγων τὸν Ἰησοῦν ἔξω αὐτοῦ γίνεται, ἔξω σωτηρίας. 13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. οἱ ὀνειδίσαντές με ἐχθροὶ καὶ σφόδρα τοῦτο ποιήσαντες γείτονες ἀπέβαλόν με ἀπὸ τῆς καρδίας ἑαυτῶν. τῶν δὲ νεκρῶν ταχὺ λήθη γίνεται. λέγουσιν γοῦν ὧδε οἱ συμφορὰς ὑφιστάμενοι ὅτι· "3ἀπ' οὗ ἐτέθη ὁ νεκρός, ἀπαλείφεται"3, λέγει, "3ἀπὸ τῆς ψυχῆς ἡ λύπη"3. σπουδάζουσιν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.