Commentarii in Psalmos · §u21-rem-mid

Unit 21 rem mid

Rem mid: Unit 21; lemma continues; reading with the letter.

Greek

προσδοκώμενα. ἐπερ · ὡς πρ̣οφήτης προεθεώρει; –τὰ τοιαῦτα μὲν καὶ οὐ προφήτης δύναται προθεωρεῖν. ἐν τόπῳ εἰμί, ἔνθα πολλοὶ κακοί εἰσιν. μισοῦσιν δὲ τὸν ἐκεῖ ὄντα δίκαιον. κἄν ποτε γοῦν ἐπιθῶνται καὶ προσαγάγωσίν τι πάλαισμα ἢ πειρατήριον καὶ γένηταί τις ἔξω αὐτοῦ, εἰδὼς αὐτῶν τὸ ἔπειτα κακὸν ἐπάγρυπνον προσδοκᾷ πάλιν τοιοῦτό τι· "οὐ γὰρ μή", λέγει, "ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσουσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται". ῥυσθεὶς δὲ πολλάκις εὔχεται καὶ περὶ τῶν ἑξῆς. 10 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. ὁ νοῦς μου ἐταράχθη οὐκ ἐν θυμῷ τῷ ἐμῷ, ἀλλ' ἐν θυμῷ τῶν ἐχθρῶν ἢ ἐν θυμῷ τῷ σῷ· θυμοῦσαι γὰρ κατὰ τῶν ἁμαρτανόντων, καὶ ἁμαρτήσας ὑποπέσω τῷ θυμῷ καὶ ταραχθῇ μου ὁ νοῦς. 10 ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. οὐ μόνος, φησίν, ὁ ὀφθαλμός μου, τουτέστιν ὁ νοῦς, ἐταράχθη ὑπὸ θυμοῦ. δύναται δὲ καὶ τοῦτο· "ἐν θυμῷ ἐταράχθη ὁ ὀφθαλμός μου". ὅτε θυμοῦμαι, ταράττεταί μου ὁ νοῦς· τὰ γὰρ πάθη ταρακτικά εἰσιν τοῦ νοῦ. καὶ ἡ ψυχή μου δὲ ἐταράχθη, ἧς ἐστιν ὁ ὀφθαλμὸς ὁ ταραχθεὶς ὑπὸ τοῦ θυμοῦ. "καὶ ἡ γαστήρ μου"· γαστέρα ὧδε οὐ τὴν τοῦ σώματος λέγει, ἀλλὰ τὴν συνλαμβάνουσαν ἀπὸ τοῦ νυμφίου καὶ τίκτουσαν· "ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν", ὥστε μηκέτι σῴζειν τὰ συνλημφθέντα, ἀλλὰ ἀμβλωθρίδια αὐτὰ ἀπορίπτειν. δύναται δὲ καὶ τοῦτο ὅτι· ἐπειδὴ τὸν γαλήνιον τὴν γαστέρα ποιοῦντα ἄρτον τοῦ οὐρανοῦ οὐκ ἐτράφην, ἀλλὰ ἄλλην τινὰ τροφὴν ἔλαβον βλαπτικήν, δηλητήριον, καὶ ἡ γαστήρ μου τετάρακται. οὐκ ἀφελπίζει οὖν τὴν σωτηρίαν. ἐπερ · τὴν ψυχὴν ταράττεσθαι; –τινὲς βούλονται λέγειν τὴν ψυχὴν τριδύναμον εἶναι· παχύτερον δὲ καὶ μεριστὴν αὐτὴν λέγουσιν. νοῦν δὲ αὐτῆς τὸ λογιστικὸν λέγουσιν· τοῦτο γὰρ ἐπιστήμης ἐστὶν δεκτικόν, τοῦτο γνῶσιν ἔχειν δύναται. τὸ επιθυμητικὸν οὐ δέχεται γνῶσιν, πείθεται δὲ ἐνίοτε τῷ λογιστικῷ, ἐπιπειθές ἐστιν, οὐκ αὐτὸ δὲ ἐπιστήμην ἔχει. καὶ ὥσπερ ὅταν τὰ πνεύματα τοῦ ἀέρος καλῶς πνέῃ, ἐπι πειθὲς γίνεται τῷ κυβερνήτῃ τὸ πλοῖον οὐκ ἔχον κίνησιν τοιαύτην, ἀλλὰ μὴ ἀντιταττόμενον τῇ τέχνῃ τῶν πνευμάτων μὴ ὄντων ἐναντίων, καὶ τὸ επιθυμητικὸν πάλιν πείθεται τῷ λογιστικῷ οὐκ αὐτὸ ἔχον λογισμόν. τὸ λογιστικὸν οὖν οὐκ ἄν τις ἁμάρτοι νοῦν λέγων. ὅλα δὲ ἅμα συνελθόντα ἡ ψυχή ἐστιν. καὶ λάβε 88 παράδειγμα. ἔστιν λαβεῖν ἄνθος. το`̣ ἄνθος ἔχει τοιόνδε χρῶμα, ἀλλ' οὐκ αὐτό ἐστιν τὸ ἄνθος. ἔχει καὶ τοιάνδε ἀποφοράν, ἀλλ' οὐχ ἡ ἀποφορ̣α`̣ τὸ ἄνθος. ἔχει καὶ σχῆμα τοιόνδε. πάντα οὖν ἅμα λαμβανόμενα το`̣ ἄνθος ἐστίν. ὅταν οὖν λέγ̣ωμεν· "3εὐῶδές ἐστιν 143 τὸ ἄνθος"3, μόνον τὶ αὐτοῦ σημαίνομεν, τὸ πνοὴν ἐκπέμπειν ἡδίστην. καὶ πάλιν ἐὰν λέγωμεν αὐτὸ πικρόν, τὸν χυμὸν οὐ μόνον αὐτοῦ μόνον σημαίνομεν. οὔκ ἐστιν δὲ ὁ χυμὸς τὸ ἄνθος, ἀλλὰ ἅμα πάντα τὸ ἄνθος ἐστίν. εἰπὼν οὖν περὶ τοῦ λογιστικοῦ ἢ τοῦ νοῦ ἑαυτοῦ, ὅτι ὑπὸ θυμοῦ τετάρακται, λέγει καὶ ἡ ψυχή. οἶδας ὅτι τοῦ ἡνιόχου κακῶς ὑποσυρέντος καὶ ὅλον τὸ ὄχημα βλάπτεται, καὶ ἀνατραπέντος κυβερνήτου ἀνατρέπεται καὶ τὸ σκάφος. ὁ λεγόμενος οὖν ὀφθαλμὸς οὗτος νοητικὴ δύναμίς τις οὖσα κυβερνᾷ τὴν ὅλην ψυχήν. ἐὰν οὖν οὗτος ταραχθῇ, καὶ ἡ ψυχὴ συνταράττεται. ἐπερ · καὶ ἡ γαστὴρ ἡ γεννητική; –ὅπερ εἶπον δὲ πολλάκις, καὶ νῦν ε᾿̣ρῶ· ἐπὶ τῶν αἰσθητῶν ἕκαστον εἶδός τί ἐστιν καὶ οὐ δύναται ἄλλο τι εἶναι. τὸ φυτὸν οὐ δύναται εἶναι χ̣ρυσός, ὁ χρυσὸς ἄνθρωπος οὐ δύναται. ἐπὶ τῶν νοητῶν δὲ δυνατὸν κατὰ σχέσεις διαφόρους καὶ ἐπινοίας. ἀμε´̣λει γοῦν χθὲς ἔλεγον, ὅτι ἡ ψυχὴ ὅτε ζητεῖ καὶ ζητεῖ γε γνῶναι ἑαυτήν, αὐτὴ ἔχει τὸν λόγον καὶ τοῦ ζητοῦντος καὶ τοῦ ζητουμένου. καὶ ἐὰν γεωργῇ ἑαυτὴν ὡς φυτόν, οὔκ ἐστιν ἄλλο τὸ φυτὸν καὶ ἄλλος ὁ γεωργός, τῇ ἐπινοίᾳ δὲ μόνῃ διαφορὰ εὑρίσκεται. ἐὰν οὖν λέγῃ ὀφθαλμὸν καὶ γαστέρα, ἐνχωρεῖ περὶ τῆς αὐτῆς δυνάμεως ἀμφότερα λέγειν· διὰ τὸ ὁρᾶν λέγεται ὁ νοῦς ὀφθαλμός, διὰ τὸ γεννᾶν καὶ φέρειν εἰς μέσον νοήματα δύναται γαςτὴρ εἶναι. 11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς. ἐπεὶ ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου–ἐπώδυνον γὰρ αὐτὴν ἀεὶ ἔσχον–, οὐ ποτὲ στένω, ποτὲ δὲ οὔ· ἀεὶ στένω ποθῶν τὴν ἀρετήν, ἀεὶ πονῶ, ἀεὶ ἱδρῶ ὑπὲρ κτήσεως τοῦ ἀγαθοῦ. ἐπεὶ διὰ βίου οὖν τοῦτο πάσχω, τρόπον τινὰ ἡ ζωή μου ἐν ὀδύνῃ ἐξέλιπεν καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· διὸ παρακαλῶ σε, ἵνα μηκέτι τοσοῦτον ὑφίσταμαι πόνον· εἰ γὰρ πάλιν πονῶ τηρῶν αὐτό, ἀλλ' οὔκ ἐστιν ὁ πόνος ὁ αὐτὸς τοῦ κτήσασθαί τι καὶ τοῦ τηρῆσαι τὸ ἤδη ὑπαρχθέν. ἐπερ · πῶς εἴδη εἰσὶν καθόλου; –ἐὰν ἀπαιτῇ λόγον ἀνθρώπου, μὴ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.