Commentarii in Psalmos Unit 22 opening
Unit 22.
Lemma-led open — ἐπελήσθην
Greek
γοῦν τοῦτο ποιεῖν ταχέως οἱ ἄνδρες. "ἐπελήσθην" οὖν "ἀπὸ καρδίας". ἀπέβαλόν με ἀπὸ τῆς καρδίας ἑαυτῶν· οὐ γὰρ εἶχόν με ἀμιγῶς ὡς ὁ ἀπόστολος λέγων· "ζῇ δὲ ἐν ἐμοὶ Χριστός". οὐκέτι ἔζων ἐν αὐτοῖς. ὅταν τις ἔχων τὸν λόγον ἐν ἑαυτῷ μηκέτ̣ι̣ ἐνεργῇ κατ' αὐτόν, τὸ ὅσον εἰς αὐτόν, ἐνέκρωσεν αὐτὸν καὶ ἐν λήθῃ αὐτοῦ γίνεται. τὴν λήθην δὲ οὕτω ἄκουε, μ̣ὴ ὥστε μὴ εἰδέναι, ὅτι ἔσχεν ποτὲ αὐτόν· πολλὰ γὰρ τοιαῦτα καὶ ἐν τῇ συνηθείᾳ καὶ ἐν τῇ γραφῇ λέγεται. πολλάκις γοῦν λέγομεν φίλοις· "3ἤδη ἐπελάθου με"3, μὴ γὰρ τοῦτο λέγοντες, ὅτι "3ὅλως οὐκ ἔχεις ἐν μνήμῃ"3. ἡ γραφὴ δέ· "κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς". ἄρτι 145 ἐπιλανθάνεται ὁ ὥραν κακωθεὶς τῆς τρυφῆς. καὶ πάλιν· "καὶ ἐπιλήσονται", φησίν, "τῆς θλίψεως ἑαυτῶν τῆς προτέρας, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν". οὕτω νομίζεις, ὅτι ὁ ἔξω θλίψεως γενόμενος ἐπιλανθάνεται αὐτῆς. ἐπερ · "παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος"; –οὐκ εἶπεν "παρὰ πάντας ἀνθρώπους", ἀλλὰ "τοὺς ἐχθρούς μου". ἐχθροὶ δὲ οὐ δικαιοῦντες οἱ φαῦλοι ἄνθρωποι, ἐχθροὶ κατὰ διάθεσιν· αὐτὸς γὰρ οὐδενός ἐστιν ἐχθρός, αὐτοῦ δὲ πολλοί. "ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς". ἐκεῖνοι μισοῦσιν καὶ ἐχθροί εἰσιν. σὺ δέ, φησίν, αὐτοὺς "ἀδελφοὺς" λέγε οὐ φωνῇ, οὐ προφορᾷ, ἀλλὰ 90 διαθέσει, ἢ ἐπιδείκνυσαι πρὸς ἀδελφοὺς τῇ φιλαδελφίᾳ διαθέσει. τοῦτο δέ ἐστιν ἔχθρα τὸ ἀντικειμένην ἔχειν διάθεσιν. ἐὰν δὲ καὶ ὁ σωτὴρ τοῦτο λέγῃ–εἴπομεν ὅτι δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος ὡς ἄνθρωπος λέγεσθαι–, λέγει τοὺς Ἰουδαίους τοὺς ἐχθροὺς αὐτοῦ γεγεν̣ημένους. οὐ πάντες δὲ ἐχθροὶ αὐτοῦ γεγόνασιν· καὶ οἱ ἀπόστολοι γὰρ Ἰουδαῖοι ἦσαν, Ἰσραηλῖται ἦσαν. οὐκ εἶπεν οὖν "παρὰ πάντας τοὺς Ἑβραίους, παρὰ πάντας τοὺς Ἰσραηλίτας", ἀλλὰ "τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος". ὀνειδίζουσιν τὸν δίκαιον κατὰ τὴν πρώτην ἐκδοχήν. ὀνειδίζουσιν δὲ καὶ τὸν σωτῆρα οἱ φαῦλοι. οὐ πᾶς οὖν ὀνειδισμὸς ψόγον φέρει τῷ ὀνειδιζομένῳ. ἔστιν ὅτε οἱ ὀνειδί ζοντες ψέγονται, καὶ ἐκεῖνοι πάλιν οἱ διὰ ἁμαρτίας ὀνειδιζόμενοι. ἀμέλει γοῦν ἐν τῇ τῶν Παροιμιῶν γραφῇ λέγεται πρὸς τὸν σοφόν· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη". διὰ τοῦ προςθεῖναι "κακῶν ἀνδρῶν" ἔδειξεν ὅτι εἰσὶν ὀνείδη σπουδαίων ἀνδρῶν. οἱ γοῦν μαθηταὶ χαίρειν προστάττονται ὅταν ὀνειδίζωνται. οὔκ εἰσιν οὗτοι οἱ ὀνειδισμοὶ ἐφ' ὧν ψέγονται οἱ ἀπόστολοι, κακῶν ἀνδρῶν. εἶτα, ἐπεὶ ἐφ' ἡμῖν ἐστιν τὸ τὰ ὀνειδισμοῦ ἄξια ποιεῖν, προστάττει· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν"· ὁ γὰρ τὰς πράξεις ἐκείνων καὶ τὰς νοήσεις ζηλῶν κακὸς ἀνὴρ γέγονε̣ν κακὰ ὀνείδη κεκτημένος. περὶ τούτου τοῦ ὀνειδισμοῦ λέγεται ὅτι ἀνίστανταί τινες "εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον". οὐ πάντες δὲ "εἰς ὀνειδιςμὸν καὶ αἰσχύνην αἰώνιον" ἀνίστανται, ἀλλ' οἱ δοκοῦντες ἐνταῦθα ἀγαθοὶ εἶναι. ὅταν νομιζόμενοι σπουδαῖοι καὶ ἅγιοι ἄνδρες ἀναστῶσιν καὶ φανῇ αὐτῶν τὰ αἴσχη τῆς ψυχῆς, εἰς ὀνειδισμὸν οὗτοι ἀνίστανται· οἱ γὰρ φανερῶς κακοὶ οὐκ εἰς ὀνειδισμὸν ἀνίστανται, ἀλλ' εἰς κόλασιν. καὶ ὁ σωτὴρ ἐὰν λέγῃ τοῦτο, τὸν σταυρὸν ὀνειδιςμὸν λέγει· τοῦτο γὰρ ὁ ἀπόστολος ἐδίδαξεν· "οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ". πάλιν· "ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας". ταὐτὸν δὲ ὀνειδισμὸς καὶ αἰςχύνη. καὶ ὅρα γε, ὅσον ἧκεν εἰς αὐτόν, χαρὰ αὐτῷ προέκειτο ἁμαρτίαν οὐκ ἔχοντι. κατεφρόνησεν οὖν αἰσχύνης, ἐπάτησεν αὐτήν. οὐ παρὰ τοῖς φίλοις καὶ τοῖς τὴν αὐτὴν ἀρετὴν ἔχουσιν γίνεται ὄνειδος, ἀλλὰ παρὰ τοῖς ἐχθροῖς. θεώρει γοῦν τοὺς ὀνειδισμοὺς οὓς ἐπιφέρουσιν τῷ κυριακῷ ἀνθρώπῳ· "οὐ καλῶς ἐλέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις"; μὴ σπουδαῖοι ταύτην προσέφερον αὐτῷ τὴν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.