Commentarii in Psalmos · §u32-rem-early

Unit 32 rem early

Rem early: Unit 32; lemma and argument toward the thesis.

Greek

τοῦτο. κατὰ προκόπτοντά ἐστιν ἡσθῆναι ὅτι πεπόνθασίν τι κακῶς αὐτὸν διαθεῖναι σπουδάσαντες, οὐ κατὰ τέλειον δέ. ἐπερ · τί διαφέρει τὸ "3ἐπὶ τῷ κυρίῳ"3 καὶ τὸ "3ἐν τῷ κυρίῳ"3; –ὁ ἀπεριέργως μὲν τὰς προθέσεις ἐκλαμβάνων ἐρεῖ μηδὲν διαφέρειν. δύναται δὲ οὕτως· οἷον εὐφραίνεταί τις, φέρε, ἐπὶ τῷ τέκνῳ ἑαυτοῦ ἐὰν ὑγιαίνῃ. εὐφραίνεται ἐν πόσει οἴνου. ἄλλην καὶ ἄλλη̣ν ἔχει τὴν αἰτίαν. ἐξ ἄλλου ῥητοῦ λάβωμεν τὴν ἀπόδειξιν· "πᾶς", φησίν, "ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔνπροσθεν τῶν ἀνθρώπων"–οὐκ εἶπεν 211 "3ἐπ' ἐμοί"3–, "κἀγὼ ὁμολογήσω αὐτόν". εἰ δὲ ἁπλῶς ἦν ἡ πρόθεσις τεθειμένη, ἡ "3ἐν"3 ἐτίθετο ἂν καὶ ἐπὶ τῆς ἀρνήσεως· "3καὶ πᾶς ὁ ἀρνούμενος ἐν ἐμοί, ἀρνήσομαι κἀγὼ ἐν αὐτῷ"3. ἀδύνατον δὲ ἦν "3ἀρνούμενον εἶναι ἐν Χριστῷ"3 τὸν ἀρνούμενον αὐτὸν ἢ τὸν Χριστὸν ἀρνεῖσθαι τὸν ὄντα ἐν αὐτῷ. ἀπέζευκται οὖν ὁ ἀρνούμενος οὗ ἀρνεῖται. ἀπέζευκται ὁ ἀρνησίθεος τοῦ θεοῦ καὶ ὁ θεὸς αὐτοῦ ἀπεσχοίνισται. ὁ δὲ ὁμολογῶν αὐτὸν ἐν αὐτῷ ἐστιν, ἵνα μὴ φωνῇ μόνῃ τὴν ὁμολογίαν λάβῃς· οἱ γὰρ τοῖς χείλεσιν τιμῶντες, ὁμολογοῦσιν μέν, οὐκ ἐν αὐτῷ δέ εἰσιν. ἐπεὶ τοίνυν καὶ ἡ πρὸς θεὸν ἡμῶν συνάφεια διάφορός ἐστιν, ὁτὲ μὲν λεγόμεθα ἐπ' αὐτῷ εὐφραίνεσθαι ὡς ἐπὶ σωτῆρι, ὡς ἐπὶ εὐεργέτῃ, ὡς ἐπὶ στρατηγῷ τὴν νίκην ἡμῖν περιποιήσαντι, ὁτὲ δὲ ἐν αὐτῷ ὡς ἐν σοφίᾳ, ὡς ἐν ἁγιασμῷ, ὡς ἐν δικαιοσύνῃ. ὁ ὁμολογῶν οὖν τὸν Χριστὸν ἐν αὐτῷ ἐστιν. καὶ λάβε ἀπὸ ἄλλου παραδ̣είγματος· ὁ ὁμολογῶν ἐπιστήμην οὐκ ἄλλως δύναται ὁμολογεῖν αὐτήν, εἰ μὴ εἰδείη αὐτήν. ἐπερ · ἵνα ὡς ἐν οὐσίᾳ ἢ κ̣αὶ ποιότητι; –τέως ἀφιέσθω ταῦτα· νῦν περὶ γὰρ τῆς διαφορᾶς τῶν προθέσεων ἡ ζήτησίς ἐστιν. πότερον οὐσίᾳ μετέχει τις ἢ ποιότητι, ἄλλου καιροῦ ἔστω. καὶ τὸ αὐτὸ δέ· μὴ γὰρ ἕτερός ἐστιν ὁ θεὸς πατὴρ γινόμενος τῶν δικαίων, ἕτερος δημιουργὸς αὐτῶν ὤν, ἄλλος βασιλεὺς ὢν αὐτῶν, τῇ ἐπινοίᾳ δέ. ἐξ ὧν ἴσμεν λαμβάνομεν τὰς ἐπινοίας, ἐ πεὶ οὐκ ἔνι ἐκεῖ διαστεῖλαι ἐπίνοιαν ἀπὸ ἐπινοίας. ὁ θεὸς φῶς ἐστιν, ἐστὶν καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ σοφία, καὶ οὐκ ἔστιν χωρίσαι ὕπαρξιν ἀπὸ ὑπάρξεως. σχέσιν δὲ ἀπὸ σχέσεως χωρίζομεν. ἔστω ἄνθρωπος πατὴρ καὶ δεσπότης καὶ διδάσκαλος καὶ ἄρχων· μὴ γὰρ διαφέρεται πρὸς ἑαυτόν. ἐὰν δὲ ἀκούσῃς ὅτι ἄρχων ἐστὶν ὡς πρὸς τοὺς ἀρχομένους καὶ βασιλεὺς πρὸς τοὺς βασιλευομένους καὶ πατὴρ πρὸς τὸν γεννηθέντα καὶ δεσπότης πρὸς τὸν δοῦλον καὶ ἰατρὸς πρὸς τὸν θεραπευόμενον καὶ διδάσκαλος πρὸς τὸν μανθάνοντα, οὐκ αὐτὸς πρὸς ἑαυτὸν διαφέρεται, ἀλλ' ἡ σχέσις ἡ πρὸς ἄλλους καὶ ἄλλους ἀναφερομένη ποιεῖν τὴν διαφοράν. ὥσπερ οὖν τὸν αὐτὸν συμβαίνει καὶ πατέρα εἶναι καὶ διδάσκαλον καὶ τὰ ἄλλα, συμβαίνει καὶ τὸν μαθητὴν τὸν αὐτὸν εἶναι τῷ ἀρχομένῳ καὶ τῷ μανθάνοντι. πάλιν δὲ ἐπειδὴ μὴ ἀεὶ ἕνα πρὸς ἕνα λέγεται –συμβαίνει γὰρ εὑρεῖν υἱὸν ἄλλου καὶ τὸν αὐτὸν τοῦτον ἄλλου μαθητὴν καὶ ἄλλου 135 φίλον. 9 τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. σωτήριον ἐνταῦθα τὴν σωτηρίαν λέγει· πολλαχοῦ γὰρ τὸ σωτήριον τὴν σωτηρίαν σημαίνει. ἔστιν δὲ ὅτε καὶ τὸ ποιητικὸν τῆς σωτηρίας οὕτω καλεῖται, ὡς ἐὰν λέγῃ· "εἴδοσαν τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν", ἀντὶ τοῦ "3τὸν σωτῆρα"3. "τέρπεται" οὖν ἡ ψυχὴ "ἐπὶ τῷ σωτηρίῳ". οὐ ζητεῖ ἄλλοθεν σωτηρίαν ἢ παρ' αὐτοῦ τοῦ θεοῦ, παρ' αὐτοῦ τοῦ σῴζοντος σωτηρίαν αἰώνιον· "Ἰσραὴλ" γὰρ "σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον". 10 πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, κύριε, τίς ὅμοιός σοι; πρώτη θε̣ολογι´̣α ε᾿̣σ̣τὶν τὸ γνῶναι, τίς ἐστιν ἡ θεοῦ ἁγιότης καὶ τίς δύναται ἢ ὁμοιωθῆναι ἢ οὐ δύναται. προσάπτει οὖν ταύτην τη`̣ν θεολογίαν καὶ τὴν θεογνωσίαν τοῖς ὀστοῖς ἑαυτοῦ, ἐξ οὗ παρίσταται ὅτι οὐ περὶ τῶν ὀστέων ἑαυτοῦ λε´̣γει τούτων τῶν διακρατούντων τὰ μέλη τὰ ἄλλα τοῦ σώματος καὶ τὰς σάρκας καὶ τὰ νεῦρα, ἀλλὰ τῶν εὐτόνων δυν̣άμεων, ὧν πολλάκις εἰρήκαμεν ὅτι αὐτοῦ ὀστᾶ τοῦ ἔσω ἀνθρώπου εἰσίν. "πάντα" οὖν "τὰ ὀστᾶ μου ἐροῦσιν"· τὰ εὔτονα δόγματα, αἱ εὔτονοί μου κινήσεις, καθ' ὃ γιγνώσκω καὶ ἐπίσταμαι, ὁμολογοῦσιν τὸν θεὸν ὅτι οὐδεὶς τῶν γενητῶν ὅμοιος αὐτῷ τυγχάνει. ἐπερ · τὸ "3τίς"3 πῶς; –ἐπὶ ἀδυνάτου, ω῾̣ς τό· "ὁ θεός, τίς ὁμοιωθήσεταί σοι"; ἐπὶ τοῦ υἱοῦ οὐ λαμβάνομεν τοῦτο· οὐδὲ γὰρ ἐπὶ μέλλοντι ἔχει τὴν ὁμοίωσιν, ἀλλὰ "χαρακτὴρ τῆς ὑποστάσεως" ὢν ἀιδίως ὅμοιός ἐστιν. ἑκάτερα οὖν δύναται λημφθῆναι· ἐὰν περὶ τῆς ὁμοιώσεως τῆς οὐσιώδους, οὐδεὶς ὁμοιοῦται αὐτῷ. ἐὰν δὲ ἐπὶ τῆς κατὰ ἀρετὴν καὶ ἁγιότητα, σπάνιος ὁ ὁμοιούμενος

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.