Commentarii in Psalmos · §u32-rem-close

Unit 32 rem close

Rem CLOSEOUT: Unit 32 CLOSEOUT.

Greek

καὶ τὸ τῆς ἱστορίας δὲ γίνεται πρὸς βοήθειαν πολλάκις· πολλὰ γὰρ εἴδομεν ἐκ νηστείας κατορθωθέντα, τὸ μὴ ὑποπεσεῖν καταστροφῇν τὴν Νινευιτῶν πόλιν, τὸ σωθῆναι τὸ Ἰουδαίων ἔθνος ἀπὸ τοῦ Ἀμάν. 13 καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. τῷ ὀνόματι τοῦ κόλπου ἐν πολλαῖς γραφαῖς τὸ ἡγεμονικὸν καὶ ὁ νοῦς σημαίνεται, ὡς ἐὰν λέγῃ· "εἰς κόλπον στραφήσεται πάντα τοῖς ἀδίκοις". ἴσον ἐστὶν τῷ· "τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν"· πάλιν γὰρ αἱ κεφαλαὶ τὸ ἡγεμονικὸν σημαίνουσιν· "ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". ὁ ἅγιος εὔχεται ὑπαρχθῆναι ἀγαθά. οὐδὲν δὲ ἕτερόν ἐστιν προσευχὴ ἢ "3αἴτησις ἀγαθῶν παρὰ θεοῦ"3. ὅταν τύχῃ τις τῶν ἀγαθῶν ὑπὲρ ὧν ηὔχετο, εἰς τὸν κόλπον αὐτοῦ ἀπεστράφη ἡ προσευχὴ αὐτοῦ. οὐκ ἐρίφη καὶ ἔξω ἔμεινεν, οὗ φωνὴ ἀν επέμφθη καὶ εἰς τὸν ἀέρα ἐσκεδάσθη, ἀλλ' ἤγαγεν ἃ ᾐτήσατο. καὶ τουτέστιν τὸ τὴν προσευχὴν αὐτοῦ μὴ μάτην αν ἀναπεπέμφθαι, ἀλλὰ ἠγιοχέναι εἰς τὴν καρδίαν τοῦ εὐξαμένου ἃ ᾐτήσατο "τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". ὁ ἐπιθυμῶν αὐτὰ ἐμπίμπλαται αὐτῶν. "οὗτος ὁ φαυλισμὸς ἐν γῇ Αἰγύπτῳ ἐν κόλπῳ αὐτῶν". καί· "ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου", ἣν στέργεις, ἡ ὁμόφρων σοι, ἡ ὁμονοοῦσά σοι. 217 "καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται". ὁ αἰτούμενος παρὰ θεοῦ ἀγαθὰ προσεύχεται. ὅταν τύχῃ ὧν αἰτεῖται, ἡ προσευχὴ αὐτοῦ εἰς κόλπον ἐπεστράφη, εἰς τὸ ἡγεμονικὸν αὐτοῦ. καὶ παρεθέμην ἐκ ῥητῶν πλειόνων, ὅτι τὸ ἡγεμονικὸν πολλάκις τῷ ὀνόματι τοῦ κόλπου σημαίνεται· "οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν". καὶ πάλιν· "εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις". οἰκειότητα δὲ δηλοῖ ὁ κόλπος. οὕτω γοῦν καὶ ἐν τοῖς κόλποις Ἀβραὰμ ἀνεπαύετο τὴν αὐτὴν αὐτῷ ἔχων ἀνδρείαν καὶ ὑπομονήν, καὶ τό· "ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου", ἡ οἰκεία σου, ἡ 137 συνβιοῦσα μετὰ σοῦ. 14 ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν. τοῦτο λέγει ὅτι· οὐδεὶς ἔχει πρόφασιν τοῦ ὀργίζεσθαί μοι, οὐδεὶς ἀπ' ἐμοῦ αἰτίαν λαμβάνει τοῦ ε᾿̣χ̣θραίνειν μοι· πρὸς ἕκαστον γὰρ οὕτως ἤμην ὡς πλησίον, ὡς ἀδελφός, καὶ οὕτως εὐηρέστουν διὰ φιλαλληλίας, φιλεταιρίας, φιλαδελφίας. 14 ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. "οὕτως ἐταπεινούμην" δι' ἐκείνους. οὓς ἐδόκουν πλησίον καὶ ἀδελφοὺς εἶναι, κατ' ἐμοῦ συνήγοντο, ἐπολέμουν με, ὡς ἐν ἀρχῇ τοῦ ψαλμοῦ τόυ· "δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με". ἑξῆς λέγει· "ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργῇ δόλους διελογίζοντο". διὰ τοῦτο ὡς πενθῶν αὐτοὺς καὶ ὡς σκυθρωπάζων ἐπ' αὐτοῖς, οὕτως ἐταπεινούμην· εἰ μὲν γὰρ παρεῖχόν μοι τὰ εὐφραίνοντα, ὑψούμην, ἔχαιρον, ἐγανούμην ἀπὸ ἱλαρότητος. ἐπερ · τὸ "οὕτως ἐταπεινούμην"; –ἐὰν ἔχῃ τις υἱὸν στεργόμενον καὶ ποθούμενον καὶ ἴδῃ αὐτὸν πυρέττοντα, ταπεινοῦται, ἐπεὶ οὐχ ὃν ἤθελεν οὕτω διάγειν, οὕτως ὁρᾷ κακούμενον. ἐπεὶ τοίνυν ἐγὼ παρεῖχον ἀρετῆς ἀφορμὰς ὡς πρὸς πλησίον καὶ ἀδελφοὺς ἔχων, αὐτοὶ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεδείκνυντο, ἐταπεινούμην ἐπ' αὐτοῖς δέον χαίρειν με ἐπ' αὐτοῖς. τί νομίζεις τὸν Παῦλον περὶ Ὑμεναίου καὶ Ἀλεξάνδρου, οὐκ ἐταπεινοῦτο ὁρῶν αὐτοὺς περὶ τὴν πίστιν ναυαγοῦντας; μὴ πρότερον οὕτως ἦν πρὸς αὐτούς, οὐκ ἠγάπα, οὐκ ἀφορμὰς ἐδίδου πρὸς μακαριότητα; ἐὰν δὲ ἐκ προσώπου τοῦ σωτῆρος ᾖν τὰ λεγόμενα, δύναται περὶ τοῦ Ἰούδα ταῦτα λέγειν καὶ περὶ ὅλου τοῦ λαοῦ τῶν Ἑβραίων. 15 καὶ κατ' ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν. θέλεις δὲ γνῶναι, ὅτι τὸ ἐπὶ ἁμαρτ̣ωλῶν κατηφεῖν ταπείνωσίς ἐστιν; Παῦλος γράφει Κορινθίοις· διεγείρων αὐτοὺς εἰς μετάνοιαν λέγει· "μή πως ἐλθὼν εὕρω ὑμᾶς καὶ ταπεινώσῃ με ὁ θεός μου". ὑψοῦται ὁ ἅγιος, ὅταν ἴδῃ τοὺς ὠφελουμένους παρ' αὐτοῦ βελτιουμένους. καὶ πατὴρ ἐπὶ τέκνοις γηθῶν καὶ εὐφραινόμενος ὑψοῦται. εἰ ἔσῳζον τ̣ὴν ἀγάπην ἣν ἔσῳζον πρὸς αὐτούς, πρὸς ἐμέ, οὐκ ἐταπεινούμην, ἀλλὰ καὶ ὑψούμην ἔχων ὁμοίους, ἔχων μετόχους. "καὶ κατ' ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν". ἐγὼ δὲ οὕτω πρὸς αὐτοὺς διεκείμην ἀπὸ σπλάγχνων ἰδ̣ι̣ω´̣τ̣ατος· αὐτοὶ δὲ ἐκ τοῦ ἐναντίου κατ' ἐμοῦ συναχθέντες εὐφραίνοντο ἢ εὐφρανθέντες κατ' ἐμοῦ συνήχθησαν, ἵνα πλέον τι κακὸν καὶ ἀνιαρὸν ἐπαγάγωσίν μοι. 15 συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. ἐπιχαιρεκάκων ἡ σπουδή. εἶπον ἐν τοῖς προλαβοῦσιν ἀναγνώσμασιν ἀφ' ἑνὸς τῶν ψαλμῶν, ὅτι αἱ αὐταὶ κακώσεις τοῖς μὲν μάστιγές εἰσιν, τοῖς δὲ ἀγῶνες, ὅτε

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.