Unit 32 rem mid
Rem mid: Unit 32; lemma continues; reading with the letter.
Greek
αὐτῷ. 10 ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. ἐὰν ἐπὶ ταύτης λαμβάνηται τῆς πράξεως ἡ ὁμοιότης, τ̣ὸ σπάνιον σημαίνει. θεὸς ῥύεται πτωχὸν καὶ πένητα ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. καὶ ἐπὶ ἀνθρώπων, οἷον ἀρχόντων, πλουσι 212 δυνάμεων καὶ αὐτοῦ τοῦ διαβόλου. μόνος οὖν θεὸς ῥύεται ἐκ τούτων. ἐὰν δέ, ὡς εἶπον, ἀπὸ πρακτικῶν ῥύηται, καὶ ὁ σπάνιος δύναται τοῦτο ποιεῖν· ἐξ ἐλαττόνων γὰρ ῥύσασθαι οὐ μέγα ἐστίν. οἱ κατὰ Σωσάννης μανέντες ἐδόκουν εἶναι στερεώτεροι αὐτῆς· ἄρχοντες γὰρ ἦσαν καὶ κριταί, ἐκείνη δὲ γυνὴ θαλαμευομένη καὶ ἰδιῶτις. καὶ ἐρύσατο ἐκ τῶν στερεωτέρων ὁ θεός. καὶ τοῦτο δὲ ἰστέον· πᾶς ὁ ἀσθενέστερός τινος κατὰ τοῦτο πτωχός ἐστιν, ὁ μὴ δυνάμενος ἑαυτῷ ἀρήγειν, ὁ μὴ οἷός τε ἑαυτῷ βοηθεῖν καὶ ποιεῖν ἑαυτὸν ἔξω τῆς περιεστώσης περιστάσεως. 10 καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. συμβαίνει δὲ μάλιστα κατ' ὑποκείμενον τὸν αυ᾿̣τὸν καὶ πτωχὸν καὶ πένητα εἶναι. εἰ μὲν ἔξω πλούτου ἐστίν, πτωχός, εἰ δὲ ἐκ τοῦ πονεῖν ἐπαρκεῖ ἑαυτῷ, πένης· "πλούσιοι" γὰρ "ἐπτώχευσαν". ἐὰν οὖν ἀνάγῃς ταῦτα, λαμβάνεις τὸν ἄνθρωπον τὸν ἐξ Ἰουδαίων πιστεύσαντα τὸν πτωχόν, πένητα δὲ τὸν ἐλπίδα μὴ ἔχοντα, ἀλλὰ καὶ ἄθεον ὄντα. 11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίγνωσκον ἠρώτων με. οἱ ἄδικοι μάρτυρες ἃ οὐ γιγνώσκει ὁ ᾧ θέλουσιν μαρτυρῆσαι ἐπερωτῶσιν αὐτόν. ὧδε δὲ "ἃ οὐκ ἐγίγνωσκον", "3ἃ οὐκ ἐπειράθην"3. τὸ ὄνομα τοῦ μὴ γιγνώσκειν σημαίνει ποτὲ τὴν ἄγνοιαν· "ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεόν", τὴν ἄγνοιαν δηλοῖ. σημαίνει δὲ καὶ τὸ μὴ πεπειρᾶσθαι, ὡς ἐὰν λέγω· "τὸν μὴ γνόντα ἁμαρτίαν", τὸν μὴ πειραθέντα ἁμαρτίας. κατά τι οὖν γιγνώσκει αὐτήν· τὴν φύσιν αὐτῆς ἐπίσταται. οὐ γιγνώςκει δὲ αὐτὴν μὴ χρησάμενος αὐτῇ. οὕτω γοῦν καὶ ἐπὶ γαμετῶν καὶ ἁπαξαπλῶς γυναικῶν λέγεται ὅτι· "3οὐκ ἔγνω αὐτήν"3, "3ἔγνω αὐτήν"3. τὴν πεῖραν ὧδε σημαίνει. "ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ". τότε ἐλέχθη τοῦτο ὅτε συνελήλυθεν· ἐπήγαγεν γάρ· "καὶ συνλαβοῦσα ἔτεκεν". ἄδικοι οὖν μάρτυρές εἰσιν οἱ λέγοντες κατά τινος ἃ μὴ πρόσεστιν ἐκείνῳ. τοιοῦτόν ἐστιν καὶ τό· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον". 12 ἀνταπέδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ἔδει αὐτοὺς γνῶναι ὅτι πρὸς καλοῦ αὐτοῖς οὐκ ἐπείσθην οὐδὲ ἔγνων ἃ ἐρωτῶσιν· ἔμελλον γὰρ κολάζεσθαι, καὶ διὰ τοῦτο ἐπ' 136 ἐμοὶ οὖν οὐ κολασθήσονται, ὅσον ἧκεν εἰς ἐμέ. οὕτως ἐξηγησάμεθα καὶ τὸ τοῦ εὐαγγελίου· "ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ". καὶ ἐπειδὴ ὁ λόγος τῆς εὐνοίας οὗτός ἐστιν· "3εὔνοιά ἐστιν βούλησις ἀγαθῶν τῷ πλησίον χάριν ἐκείνου"3–πολλάκις γὰρ θέλω ἀγαθὰ αὐτῷ παρασχεθῆναι, ἵνα σχῶ τι παρ' αὐτοῦ. ἐμὲ οὖν θέλοντες κολάζειν τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἀλλὰ καὶ ἀφορμὴν αὐτοῖς σωτηρίας παρεσχηκότα. τοιοῦτο̣ν οὖν ἐστιν καὶ τὸ λεγόμενον παρὰ τοῦ Ἰακὼβ πρὸς τὸν Λαβά· "ἐπίγνωθι, εἴ τί ἐστιν τῶν σῶν παρ' ἐμοί, καὶ λάβε". ου᾿̣δὲν θέλ̣ω τῶν σω῀̣ν, εὐνοῶ σοι, ἀποδίδωμί σοι τὰ σά. ἀντὶ τῶν καλῶν ὧν ἐποίησα αὐτοῖς. πεποίηκα δὲ αὐτοῖς καλὰ μ̣ὴ κατασταθήσεσθαι αὐτοὺς εἰς τὸ τιμωρηθῆναι χάριν ἐμοῦ, ἐπεὶ οὐκ εἶξα αὐτοῖς. οὐκ ἂν εἶπεν καὶ ἡ Σωσάννα περὶ τῶν πρεσβυτέρων ὅτι· "3εἰς μοιχείαν με ἠθέλησαν κατασπάσαι· οὐκ ἐπείσθην αὐτοῖς· καλὸν αὐτοῖς τι πεποίηκα· τὸ ὅσον εἰς ἐμέ, οὐ γεγόνασιν ἐν ἁμαρτίᾳ ἀτεκνῶσαί με"3; κατὰ κοινοῦ τὸ "ἀνταπεδίδοσάν μοι"· ὥσπερ πονηρὰ ἀνταπέδωκάν μοι ἀντὶ καλῶν, οὕτω καὶ ἀτεκνίαν τῇ ψυχῇ μου ἀνταπέδωκαν. ἐπερ · τὰ γεννήματα τῆς ψυχῆς; –λογισμοὶ ὀρθοί, πράξεις ἄρισται. "ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν". 13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον. θεώρει· τὰ πονηρὰ αὐτῶν καὶ τὴν αἰτίαν τοῦ θέλειν αὐτὸν ἀτεκνῶσαι παρενοχλῆσαι ὠνόμασεν, ὡς ὁ εἰρηκὼς σοφιστικὰς ἐνοχλήσεις. παρενοχλοῦσίν μοι μᾶλλον ἢ βλάπτουσίν με. ὅμως ἐγὼ ἐνεδιδυσκόμην σάκκον καὶ ἵνα μὴ ἐνκαταλειφθεὶς ἁλῶ αὐτοῖς, καὶ ὑπὲρ αὐτῶν ἵνα παύσωνται τῆς θρασύτητος τῆς κατ' ἐμοῦ· ἐνεδιδυσκόμην αὐστηρὸν βίον τινά, μετανοία̣ς σημεῖον ἔφερον πῇ μέν, ἵνα μὴ βλαβῶ ἐκ τῆς παρενοχλήσεως, πῇ δέ, ἵνα ἐκεῖνοι μὴ ἐπιτρίβωνται. πολλῷ πλέον δὲ πρὸς καλοῦ, ἐὰν καὶ παύσωνται. 13 καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. 213 οὐ μόνον σάκκον ἐνεδυόμην, τουτέστιν αὐστηρότητα βίου, ἀλλὰ καὶ "ἐν νηστείᾳ ἐταπείνουν τὴν ψυχήν μου", καὶ τῇ κατὰ τὸ ῥητὸν καὶ τῇ κατὰ τὸ πρωτότυπον, οὐκέτι ἐκείνων τῶν ὀδυνηρῶν τι τρεφόμενος.
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.