Commentarii in Psalmos Unit 35 opening
Unit 35.
Lemma-led open — 3δικαίου
Greek
συνεισάγεται τῷ ὀνόματι τοῦ "3δικαίου"3 τὸ "3κριτής"3. 22 κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. μὴ τοιαῦτά μοι πραχθείη, ὥστε σὲ ἐμοῦ ἀποστῆναι, σὲ τὸν βοηθόν, τὸν σκεπαστήν. ἀφίσταται δὲ θεὸς ἀπὸ τῶν φαύλων, ὥσπερ συνενγίζει τοῖς πλησιάζουσιν. ὁ μέγας οὖν ἀπόστολος Ἰάκωβος γράφει· "ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν". ὡς εἰ ἔλεγες καὶ πρὸς φαῦλον· "3ἔνγισον τῇ ἀρετῇ, καὶ ἐγγίζει σοί"3. παράστασιν οὖν θεοῦ οὐ τόπῳ λαμβάνομεν, ἀλλὰ σχέσει καὶ διαθέσει. 23 ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου. τεθαρρηκότος ἡ φωνή. οὐδεὶς ἐνκαλούμενος περὶ μοιχείας ἢ φόνου ἤ τινος ἄλλου λέγει τῷ θεῷ· "ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου"· οἶδας γάρ, ὅτι ἡ προσοχὴ τῆς κρίσεως καταδικάσει αὐτόν. παρρησιαζομένου οὖν ἐστιν ἐπὶ καθαρότητι καὶ ἐπὶ τῷ ἀνεγκλήτῳ η῾̣ φ̣ωνή "πρόσχες τῇ κρίσει μου", ἐξέτασον τὸ κατ' ἐμὲ καὶ τὰ κατ' ἐκείνους, καὶ ὅτι ἐπὶ σοῦ λέγουσίν μοι μάτην, ὅτι δωρεὰν ἐχθραίνουσίν μοι. πολλάκις τὸ "3ἐξεγείρου"3 διέγερσιν σημαίνει. πολλάκις γοῦν λέγομεν· "3ἐξέγειρον τοῦτον εἰς τὸ προσέχειν ἑαυτῷ"3, καὶ οὐ δήπου σχῆμα σωματικὸν σημαίνει. ἐὰν δὲ καὶ ὡς ἀπὸ ὕπνου θέλῃς, εἴρηται· "ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε"; ὑπνοῖ θεὸς μὴ θέλων παραυτὰ ἐπεξελθεῖν. οὐκ ἀποκακῶν οὖν λέγει τοῦτο, ἀλλὰ τὴν αἰτίαν μαθεῖν θέλων, ἐπεὶ οὐδὲν ὡς ἔτυχεν ἡ σοφία σου ποιεῖ. κἂν μακροθυμῇς, κἂν ὑπερτιθῇ τὴν τιμωρίαν, κἂν μὴ καταβάλλῃς τοὺς ἐπιτιθεμένους μοι ἀδίκως, εἰπέ μοι τὴν αἰτίαν· οὕτω γάρ τις γνοὺς τὴν αἰτίαν σοφὸς ἔτι μᾶλλον μακροθυμήσῃ, ἔτι μᾶλλον ἐνέγκῃ. 23 ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. σὺ καὶ θεός μου καὶ κύριός μου, ἐξεγέρθητί μου εἰς τὴν δίκην, δίκασόν με. οὐκ ἐπεύχεται κακὰ παθεῖν τοὺς ἐχθροὺς ἑαυτοῦ· εὐχὴ γὰρ τῷ ἁγίῳ ἐστὶν ἀγαπῶντι τοὺς ἐχθροὺς τὸ μηκέτι ἐχθροὺς ἐκείνους εἶναι, τὸ μηκέτι τοιούτους εἶναι. δοκεῖ δέ πως τοῦ229 το τιμωρίαν σημαίνειν. τιμωρία δέ ἐστιν τῷ φιληδόνῳ τὸ ἐκτὸς τῶν ἡδονῶν γενέσθαι, τῷ ἀκολάστῳ τὸ μακρὰν ἀκολασίας γεινέσθαι. ἀπολέσθαι αὐτοὺς θέλει ᾗ τοιοῦτοί εἰσιν. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰπεῖν· "ὁ θεὸς" οὖν "καὶ ὁ κύριός μου"· ἐκεῖνος γὰρ κύριον ἀληθῶς λέγει τὸν σωτῆρα ὁ ποιῶν ἃ λέγει αὐτῷ· λέγει γάρ· "τί με λέγετε· κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; καὶ πάλιν· "θεὸν ὁμολογοῦσιν εἰδέναι, 147 τοῖς δὲ ἔργοις ἀρνοῦνται". οἱ ἅγιοι "3θεὸν"3 λέγουσιν τὸν θεὸν οὐ ψιλῇ φωνῇ, ἀλλ' οἰκειωθέντες αὐτῷ καὶ θεράποντες αὐτῷ ὥσπερ ἱερεῖς, θεραπευταὶ τυγχάνοντες. ἀλλὰ καὶ δουλεύουσιν αὐτῷ τὸ θέλημα αὐτοῦ ποιοῦντες· "οὐ πᾶς" γὰρ "ὁ λέγων με κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς". λέγεται "3θεὸς"3 ᾗ ποιητής ἐστιν· "ἐν ἀρχῇ" γὰρ "ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν". οὕτω λέγεται καὶ "θεὸς πνευμάτων καὶ πάσης σαρκός", κατὰ τὴν δημιουργίαν. ἄλλως δὲ λέγεται "3θεὸς"3 τῶν ἁγίων, κατὰ τὴν λατρείαν. οὕτω γοῦν θεὸς αὐτῶν τῶν πατριαρχῶν εἴρηται. καὶ κατὰ τὴν δημιουργίαν, ὃ σημαινόμενον ἐδήλουν, πάντων θεὸς ἦν, πάντων ὧν πεποίηκεν. καὶ πάλιν κύριός ἐστιν πάντων αὐτὸς τὸ εἶναι αὐτοῖς παρασχὼν καὶ ὑπὸ τὴν πρόνοιαν ἑαυτοῦ διοικῶν αὐτούς. ἑτέρως δὲ κύριός ἐστιν τῶν ποιούντων αὐτοῦ τὸ θέλημα, τῶν πραττόντων ἃ ἐνετείλατο, καὶ ὡς δεσπότης δούλοις. 24 κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου. κατὰ τὴν σὴν δικαιοσύνην κρῖνόν με. δοκεῖ πάλιν ὑπέραυχον τὸ λεγόμενον καὶ ἀντιδοξοῦν ἑτέραις λέξεσιν. οὐ τῇ διανσίᾳ δὲ ἡ διαφορὰ γίνεται, ἀλλὰ τῇ φωνῇ. "οὐ δικαιωθήσεται" φησίν, "κατενώπιόν σου πᾶς ζῶν", ἀντὶ τοῦ "3οὐδεὶς ζῶν"3. ζῶντα δὲ λέγει τὸν κατὰ ψυχὴν ζῶντα, δικαιότατα οὖν· οὐ κατενώπιον σοῦ δέ. ὡς δὲ πρὸς σὲ τὸ οὐδέν εἰσιν. ὡς εἰ λέγοις σὺ καὶ περὶ λύχνων, ὅτι οὐ φωτίζουσιν κατενώπιον τοῦ ἡλίου. οὐ τοῦτο δὲ δηλοῖ, ὅτι οὐ φωτίζουσιν,
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.