Unit 49 rem early
Rem early: Unit 49; lemma and argument toward the thesis.
Greek
ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν". σπ̣ε̣ι´̣ρ̣ο̣υσιν ἐν δάκρυσιν 299 σὺν ἱδρῶτι τὰ τῆς ἀρετῆς σπέρματα, τὰ τοῦ πνεύματος, καταβαλλόμενοι. ὅταν οὖν θερίσουσιν, οὐκέτι πονοῦσιν· τετυχήκασιν γὰρ τοῦ τέλους τοῦ σπουδαζομένου. ὅτε δε`̣ "πορευόμενοι ἐπορευόμεθα", "ἐκλαίομεν αἴροντες τὰ σπέρματα αὐτῶν". ὅτε προεκόπτομεν ἔτι, τὸν σπ̣όρον καταβεβλημένοι ἐξεδεχόμεθα τὴν τοῦ καρποῦ τελείωσιν. ὅτε δε`̣ η᾿̣ρχόμε̣θα ἐν ἀγαλλιάσει, τὰ δρ̣άγματα ᾔρομεν, οὐκέτι τὰ σπέρματα. ταῦτα οὖν τὰ δάκρυα τροφὴ γίνεται τοῦ ποθοῦντος θεὸν ἰδεῖν καὶ ἐφορᾶσθαι ὑπ' αὐτοῦ. διὸ λέγει· "τὰ δάκρυά μου ἐγενήθη μοι ἄρτος ἡμέρας καὶ νυκτός". οὐκ ε᾿̣πιπολαίως κλαίω οὐδ' ἐν τοῖς ἡδέσιν̣ ὥστε ὁτὲ μὲν τρυφῇ σχολάζειν ὁτὲ δὲ κλαυθμῷ μετανοίας, ἀλλὰ κ̣αὶ ἐν τοῖς σκυθρωποῖς· καλεῖται γὰρ τὰ σκυθρωπὰ νύξ. ἔχεις γοῦν καὶ ἐν ἄλλῳ ψαλμῷ φωνὴν τοιαύτην λέγουσ̣αν· "ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων καὶ ποτιεῖς με ἐν δάκρυσιν ἐν μέτρῳ". μεμετρημένως δεῖ καὶ τὰ τῆς μετανοίας προφέρειν δάκρυα, ὅπως̣ ἄρτος καὶ ποτὸν γένωνται. καὶ λοιπὸν ἄλλα τινὰ ὑπάρξει τὰ δ̣ιαδεχόμενα τὸν πόνον, τὰ ἐκ τῶν δακρύων ἐπιγενόμενα γενήματα. 4 ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου; διὰ τοῦτο καὶ τὰ τοσαῦτα προέφερον δάκρυα ὡς τροφήν μοι γενέσθαι, ὅτι ἤκουσ̣ά μοι αὐτ̣ῶν λεγόντων· "ποῦ ἐστιν ὁ θεός σου̣"; τοῦτο καὶ ὁ Σενναχερὶ καὶ ὁ Ῥαψάκης εἴρηκαν· "3"ποῦ ὁ θεός" σου; καὶ σ̣ὺ οὖν, Ἰσραηλῖτα, "που῀̣ ὁ θεός" σου, ἵνα ῥύσηταί σε"3; τροφ̣ή μοι οὖν ἐγένετο τὰ δάκρυα, ἀλλὰ "ἐν μέτρῳ" καὶ ἔπινον αὐτὰ καὶ ἠ´̣σθιον· ᾔδειν γάρ̣, ὅτι διαδέχεταί τι χαρᾶς π̣οιητι̣κὸν τὰ δάκρυα καὶ τὸν πόνον τούτων. 5 ταῦτα ἐμνήσθην καὶ ἐξέχεον ἐπ' ἐμὲ τὴν ψυχήν μου. ὅτε ἐν ἀναπολήσει καὶ μνήμῃ ἐγενόμην τούτων τῶν λεγόντων τοὺς ὀνειδισμ̣ούς, τούτων τῶν ἐχθρῶν μου, οὐκ ἔξω ἐχώρησα, οὐκ ἐξέχεα τὴν ψυχήν μου ἔξω, ἀλλ' ἐπ' ε᾿̣μὲ ἐξέχεον. ἐστὶν τοιοῦτο· "ἐταράχθην καὶ οὐκ ἐ λάλησα", καὶ ὃ λέγει Παῦλος· "ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς". τοῦτό τοι καὶ περὶ τοῦ Ἰὼβ εἴρηται· πρότερον λέγει ὅτι· "οὐδὲν ἥμαρτεν Ἰώβ", δεύτερον δέ· "τοῖς χείλεσιν". ὧδε τὴν ψυχὴν τὴν διάνοιαν λέγει. ὅταν δὲ λέγῃ· "κομιζόμενοι τὸ τέλος τοῖς πιστεύουσιν σωτηρίαν ψυχῶν", αὐτὰς τὰς οὐσίας τὰς ψυχούσας τὰ σώματα οὕτως ὠνόμασεν. ὅταν δὲ λέγῃ· "τὰς ψυχὰς ἡμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας", τὰς διανοι´̣ας λέγει. οὕτω γοῦν εἰώθασιν λέγειν καὶ κ̣αλοψύχους ἀνθρώπους. καί· "σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου"· τὴν ἴσην διάν̣οιαν καὶ διάθεσιν̣ λέγει. 5 ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ. εἴπομεν πολλάκις, ὅτι ἡ τελείωσις τῶν ἀρετῶν οἶκος θεοῦ ἐστιν, σκη̣νὴ δὲ η῾̣ προκοπή· προκοπτόντων γὰρ καὶ μεταβαινόντων ἐκ τόπου εἰς τόπον οἰκία ἐστὶν ἡ σκηνή. ὅτε γο̣ῦν ····· ····· ····· ····· · θεόν, ἐν σκηνῇ αὐτὸν ἐθεράπευον μαρτυρουμένῃ· "σκηνὴ" γὰρ "μαρτυρίου" ····· ····· ····· ····· ··· ἐπαινετόν ἐστιν. καὶ τοὺς λόγους τοῦ θεοῦ γοῦν 209 "3μαρτύριον"3 πολλάκις λέγομεν ····· ····· ····· ···· καὶ ἀποδεδειγμένα. διοδεύοντες οὖν ἐν τῇ ἐρήμῳ το····· σκηνη μ····· ····· ····· ···· θεραπεύωσιν θεὸν ἐκεῖ, τὰς εὐχὰς ἀναπέμπωσιν, τὰς ἱερουργίας ε᾿̣κτελῶσιν ····· ····· ····· ····· ··· ἐκεῖθεν ἔχωσιν ἐπινεύοντα θεόν. ὅτε δὲ ἔφθασαν εἰς τὴν̣ ἁγίαν γῆν ····· ····· ····· ····· ··· γενέσθαι καὶ αὐτοὶ οἱ ἄνθρωποι οὐκέτι σκηνάς, ἀλλὰ οἴκους εἶχον τελειο····· ····· ····· ····· ἡ θεραπεία τοῦ θεοῦ οὐκέτι ἐν σκηνῇ, ἀλλ' ἐν οἴκῳ ἐγένετο. τέλος τοῦ φθαρτοῦ σώματος λαβόντος οὐκέτι χρεία σκηνωμάτων ἐστίν. ὅταν "ὁ θεὸς πάντα ἐν πᾶσ̣ιν" γένηται ····· ····· ····· ····· ·· 300 ····· · ἵν̣α μὴ καὶ ἐν ἀλόγοις ἄλογον γένηται, οὔκ εἰσιν φθ̣αρτὰ σώματα, ἵνα μὴ ἐν φθαρτοῖς φθαρτὸς γένηται, ἀλλὰ γίνεται "πάντα ἐν πᾶσιν". γίνεται δὲ ἐν πᾶσιν οὐ τοπικῶς, ἀλλὰ μετεχόμενος, οὐδὲ σῶμα αὐτοῦ μετέχει οὐδὲ ἄλογον ζῷον οὐδὲ ἄψυχον πολλῷ πλέον. εὖ δὲ καὶ τὸ "3θαυμαστῆς"3 εἰπεῖν· ἐπεὶ θεία ἐστὶν ἐπεὶ θεία ἐστὶν α̣ὕτη ἡ σκηνή, θαύματος ἀξία ἐστίν. αἱ προκοπαὶ αἱ τῶν μεγάλων τελῶν ἄλλαις προκοπαῖς τέλη γινόμεναι ὑπὲρ τέλη εἰσὶν̣ καὶ θαυμαστόν τι ἔχουσιν, ὡς τὴν αὐτὴν καὶ σκηνὴν εἶναι καὶ οἶκον, προκοπὴν καὶ τέλος. 5 ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορταζόντων. λοιπὸν λέγει· οὐχ ὡς ἔτυχεν οὐδὲ μετὰ τῆς τυχούσης κα̣ταστάσεως ἡ διάβασίς μοι γίνεται, ἀλλ' "ἐν φωνῇ ἀγαλλιάσεως καὶ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.