Commentarii in Psalmos · §u49-rem-mid

Unit 49 rem mid

Rem mid: Unit 49; lemma continues; reading with the letter.

Greek

ἐξομολογήσεως". οὐκ ἔνι θρῆνος, ὅτε̣ ἡ δια´̣βασις καὶ σπουδὴ ἐπὶ τὸν οἶκον γίνεται τοῦ θεοῦ, ἀλλὰ ἀγαλ λίασις. ὁ "Ἀβραὰμ" γοῦν̣ οὕτ̣ω̣ς̣ "ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ ἰδὼν ἐχάρη". εἶδεν δὲ τὴν ἡμέραν τ̣οῦ κ̣υρίου εἰς τὸν οἶκον αὐτοῦ φ̣θ̣άσας, εἰς τὴν π̣ίστιν τὴν τελείαν. τὸ τῆς ἐξομολογήσεως ὄνομα ἐν ταῖς γραφαῖς δύο̣ σημαίνει, ἵνα μὴ εἴπω καὶ τρίτον σημαινόμενον. τὴν ἐξαγόρευσιν τὴν ἐπὶ ἁμαρτίαις καλεῖ ἐξομολόγησιν, ὡς ε᾿̣ὰν λέγῃ· "συναγαγὼν ἐξομολόγησαι ἐπὶ ἁμαρτίαις σου". τοῦτο οὖν ἐν τῷ Βαρναβᾷ κεῖται, ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ· "συναγαγὼν ἐξομολόγησαι ἐπὶ ἁμαρτίαις σου". καὶ πάλιν· "ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν". "τὴν ἁμαρτίαν μου ἐγνώρισά σοι καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ". ἐξομολογεῖται ἀποκλαιόμενος καὶ ἀποδυρόμενος τὰ πρότερα ἑαυτοῦ ἁμαρτήματα. δηλοῖ δὲ καὶ τὴν εὐχαριστίαν, ὡς ἐὰν λέγῃ ὁ σωτήρ· "ἐξομολογήσομαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας τὰ θεῖα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις". οὐκ ἐπὶ τούτῳ εὐχαριστεῖ ε᾿̣πὶ τῷ κεκρύφθαι "τὰ θεῖα ἀπὸ σοφῶν καὶ συνετῶν", ἀλλὰ ἐπὶ τῷ οἰηθέντ̣ων ἰδ̣εῖν ἐκείνων ἀποκεκαλύφθαι αὐτὰ τοῖς νηπίοις. οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῶν ἐθνῶν πιστε̣ύσαντες, οἱ δε`̣ σοφοὶ καὶ οἱ συνετοί, ἀφ' ὧν κέκρυπται τὰ θεῖα, οἱ ἐκ περιτομῆς εἰσιν ····· ········· ····· ···· ἐφώνησεν τ̣οῦτο· "πῶς ἐρεῖτε ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νό μος κυρίου ἐστὶν μεθ' ἡμῶν; εἰς μάτην ἐγενήθη πλο· ···· καὶ π···ε̣ν̣ων γραμματεύς α . ᾐσχύνθησαν σοφοὶ καὶ ἐνεκάλεσαν, ἐπεὶ τὸν λόγον κυρίου ἀπεδοκίμασαν". ἐπεὶ αὐτοὶ ἀπεδοκίμασαν, ἡ γραφὴ αὐτοῖς ματαία γέγονεν. διὰ γὰρ τῆς ····· ····· ····· ····· ··η γέγονεν. λέγεται δὲ ὅτι, ὅτε τὰ γράμματα ἀρχὴν ἐλάμβανεν, ἐν σχοιναρίοις ····· ····· ····· · εὑρι´̣σκοντο, πάλιν̣ αὐτὸ μετὰ γραφίδων ἐποίουν. καὶ ἐπειδὴ τὰ ἐν δέλτοις γραφόμενα ····· ····· ····· ἐπεν̣όησαν, ὅπως τὰ διάφορα ἐργαλεῖα ἔχωσιν καταγράφοντα ταῦτα. "ᾐσχύνθησαν" οὖν "σοφοὶ καὶ ἐπτοήθησαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς"; πῶς γὰρ ····· ····· ····· ····· · τοὺς ἀποδοκιμάσαντας τὸν λόγον τοῦ κυρίου; ἡ εὐχαριστία οὖν δηλοῦται διὰ τῆς ἐξομολογήσεως. καί· "ἐξομολογησ̣ω´̣μεθά σοι, ὁ θεός, ἐξομολογησώμεθά σοι λαοὶ πάντες. διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω και301 ρόν". ὁ ἐπὶ διηγήσει τῶν θαυμασίων ἐξομολογούμενος ἀνθομολογεῖται οὐκ ἐπὶ ἁμαρτίαις ἑαυτοῦ. καὶ πάλιν· "ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί". καὶ 210 ····· ····· ····· ····· ····· ····· ···· καὶ τρίτον τοῦτο λέγεται· πολλάκις ἡ συμφωνία καὶ ἡ ἡρμοσμένη ····· ····· ····· ····· ····· ····· ···· "ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω". οὐδέν ἐστιν ἐν σοὶ ····· ····· ····· ····· ····· ····· ··· τὸ τῆς ἀρετῆς τὸ φθάνον εἰς τὴν μεγαλοπρέπειάν σου. καὶ πάλιν ····· ····· ····· ···· "ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ". πάλιν ὧδε τὴν συμφωνία̣ν ····· ····· ····· ····· ····· ···· ἐξομολογήσεως οὐ λαμβάνεις ὧδε τὴν ἐξαγόρευσιν τῶν ἁμα̣ρ̣τιῶν ····· ····· ····· ····· ····· ····· ·μένην συμφωνίᾳ. ἡ φωνὴ τῶν ἑορταζόντων τοῦτό ἐστιν· τ̣····· ····· ····· ····· ····· ····· ····· γεγωνῷ τῇ φωνῇ, ἀλλ' ἡ κραυγὴ αὐτῶν αὕτη ἐστὶν τὸ ἐξομολογεῖσθαι ····· ····· ··· "φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως αἱ σκηναὶ δικαίων"· ἐν τοῖς προκόπτουσιν "φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεώς" ἐστιν· ἀπηλλάγησαν γὰρ τῆς κακίας. δυνατὸν δὲ καὶ τὸ "ἐν σκηναῖς δικαίων" ····· ····· ····· ····· ····· ····· ὅταν ὑπωπιάσουσιν αὐτὰ καὶ δουλαγωγήσουσιν, ὅταν ναοὶ αὐτ ····· ····· ····· ····· ····· ····· ····· ·· 6 ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με· ····· ····· ····· ····· ····· ····· ·· ἕως φθάσῃ τις εἰς τὸν οἶκον τοῦ θεοῦ. σὺ δέ, ὦ ψυχή, μνησθεῖσα ····· ····· ····· ····· ····· ····· ····· ··· καὶ λέγοντας· "ποῦ ἐστιν ὁ θεός σου"; μὴ περίλυπος ἔσο, μὴ συντάρασσέ με ····· ····· ····· ····· ····· ····· · γενοῦ. δύνασαι καὶ ἀγγέλους λαβεῖν τοὺς "3ἑορτάζοντας"3 πα····· ····· ····· ····· ·· "ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει". "ἵνα τί περίλυπος εἶ καὶ ἵνα τί συνταράσσεις με;" ἔχεις ἕτοιμον τὸν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.