Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
«τῶν οἰκτιρμῶν» ὑπάρχων. 1.70 Τίς δ' ὁ τρόπος τοῦ οἰκτείρεσθαι τὴν Ἰερουσαλὴμ παραχρῆμα ἀπαγγέλλεται· «Ἀνοικοδομηθήσεται γὰρ ὁ οἶκός μου ἐν αὐτῇ» καὶ ἐν μέσῳ αὐτῆς, ἵν' ἐνοικῶν καὶ ἐμπεριπατῶν ἐν τοῖς πολίταις αὐτῆς, τελείως οἰκτείρω αὐτήν, οὐκέτι ἐρημοῦσθαι ἢ διαρπάζεσθαι αὐτὴν ἐπιτρέπων, ζηλωτὴν καὶ ἀξιομνημόνευτον αὐτὴν ἀποδεικνύς, μέτρου πάλιν ἐκτεινομένου ἐπ' αὐτὴν ὡς καὶ πρότερον ὅτε εὐθηνίαν καὶ καρποφορίαν εἶχεν. Τῆς γὰρ ἐρήμου καὶ ἠμελημένης χώρας οὐ γεωμετρουμένης, ἡ οἰκτειρομένη λοιπὸν ὑπὸ τοῦ Θεοῦ γῆ μετρεῖται οἷα χώρα καρποφόρος. Μετρεῖται δὲ ἡ πόλις διαστελλομένη εἰς λαύρας καὶ πλατείας, τεμένη τε καὶ γυμνάσια. 1.71 Τί δὲ τὸ ἐπιβαλλόμενον ἐπ' αὐτῆς μέτρον ἐν τοῖς ἑξῆς δηλωθήσεται, ἀγγέλου ἐπιφαινομένου κατέχοντος σχοινίον γεωμετρικόν. 1.72 Ὁ οἶκος δ' ὁ οἰκοδομούμενος ἐν μέσῳ τῆς οἰκτειρομένης Ἰερουσαλὴμ ἡ τοῦ ζῶντος Θεοῦ Ἐκκλησία ἐστίν, ἐν ᾗ ἀναστρέφειν προσήκει τὸν Θεοῦ θεραπευτὴν κατὰ νόμον ἱερώμενον. Τοῦτο προσφωνεῖ Τιμοθέῳ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος, γράφων οὕτως· «Ἐὰν βραδύνω ἵν' εἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» 1.73 Κατὰ νόησιν 7 ἄλλην, ἀνοι̣κοδομούμενος οἶκος ἐν τῇ Ἰερουσαλὴμ ὁ τεχθεὶς ἐκ τῆς Μαρίας Ἰησοῦς ἐστιν, οἰκοδομηθεὶς ὑπὸ τῆς σοφίας τοῦ Θεοῦ, κατὰ τὸ παροιμιῶδες θέσπισμα οὕτως ἔχον· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», περὶ οὗ εἶπεν ἡ οἰκοδομήσασα σοφία τοῖς ἀντιπαρατεταγμένοις· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· τοῦτο δέ, φησίν, «ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ», ὡς ὁ εὐαγγελιστὴς ἔγραψεν. 1.74 Πρὸς τοῖς εἰρημένοις, καὶ ἕκαστος τῶν πιστῶν οἶκός ἐστιν ἐγειρόμενος ἵν' ᾖ ναὸς Θεοῦ. «Οὐκ οἴδατε γάρ, φησίν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ αὐτὸς ὁ Σωτὴρ τοῦτο φανερῶς λέγει· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, κἀγὼ ἀγαπήσω αὐτόν, καὶ ἐλευσόμεθα καὶ ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» 1.75 Ναὸς δὲ καὶ οἶκος καὶ μονὴ 1.76 Zach. I, 17: Καὶ εἶπεν πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν Ἰερουσαλήμ. 1.77 ············ν̣ης, τ̣ο̣·· γὰρ διαχεον·········· ··········δαψίλεια ἐπω̣··ω̣λων καὶ βελτιούντων ····· ················ο̣, ὅταν ἔτι ὡς καὶ πρότερον ἐλεήσῃ Κύριος τὴν Σιὼν ······· εὐεργετῶν αὐτήν. Καὶ προσέτι αἱρετιεῖ τὴν Ἰερουσαλὴμ ···················εχομενος διὰ τὸ πεπληρῶσθαι ἀξιαγα̣··················· ἅπερ ὄψεσθαι εὐλογίας τρόπῳ εἴρηται······ «Καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλήμ.» 1.78 Περὶ τούτων κἀκεῖνο ἐκλημπτέον· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε»· καὶ τό· «Ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», περὶ ὧν ὁ σοφός, ᾧ «τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας» ἐδηλώθη ὑπὸ τοῦ Θεοῦ, φησίν· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν τῇ γῇ ζώντων.» Κυρίως καὶ ···················ὁ ἅγιος ἰδεῖν ἐν γῇ ζώντων καὶ ψωμίζει ················ἀναβιβασθεὶς ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, ὑπαρχ··················· ·ε̣κ̣τος ἢ τὰ σωματικὰ λεγόμενα ἀγαθά, ἀλλ············· ····κατὰ τὸν ἔσω ἄνθρωπον, ταῦτα δ' εἰσὶν αἱ ἀρεταὶ ···· ···············α ταῦτα τελούμενα ἔργα, εἰσάγοντα ε· ···················α. 1.79 Οὐ γὰρ προσεκτέον τοῖς φάσκουσιν ·····················ν σωματικῶς, τὸ ἀκροδρύων ἐμφορη······················ματικῶς, οὐδ' αὖ τὸ πλουτεῖν καὶ παρα··················· 1.80 ······················α̣υτα. 1.81 Zach. II, 1®2: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσερα κε´̣ρατ̣α. Κ̣αὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; 1.82 ·······················ο̣υ ὀφθαλμῶν ταῦτα λέγει ἀλλὰ τῶν ····················ω̣ν πεφωτισμένων, τούτους γὰρ εἰς ὕψος ··············· θεωρίᾳ τοῦ Θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γινομένων ················· Θεὸν σοφῶν καθαρῶν ἀσκόπων ὀφθαλ················· ··· οὗτος πρὸς τὸν Θεόν φησιν ὡς περιο············ ········σ̣ειν τοῦ Θεοῦ καθ' ὃ δημιουργεῖ καὶ προνοεῖ, ····················ν καὶ αἰσθητῶν θεωρίαν· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» Καὶ ὁ Σωτὴρ· «Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.» 1.83 ·· παραπλησίωσ················ς «εἶπεν ὁ ἅγιος», φησίν, τὸν············ «ἀναβλέψατε τοὺς
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.