Commentarii in Zacchariam · §u03-open

Commentarii in Zacchariam Unit 3 opening

Unit 3.

Lemma-led open — τὸν Ἰσραὴλ κατέαξαν

Greek

ὅπλα φωτός.» 1.94 Φέρεται ἐν ἀντιγράφοις ἀντὶ τοῦ «τὸν Ἰσραὴλ κατέαξαν», τὸν Ἰσραὴλ κατῆξαν, δεικνυμένου καὶ διὰ ταύτης τῆς λέξεως ὡς ὁ ἁμαρτάνων ὑψόθεν κάτω φέρεται. Πολλαὶ δ' εἰσὶν γραφαὶ τοῦτο παριστᾶσαι, οἷαί εἰσιν καί· «Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ἐκ τοῦ οὐρανοῦ, ὁ πρωῒ ἀνατέλλων;» καί· «Εἰσελεύσονται εἰς 9 τὰ κατώτατα τῆς γῆς.» Καὶ ἕτεραι μυρίαι λέξεις εἰσὶν φανεροῦσαι ὅτι ὁ σπουδαῖος ἀναβαίνει καὶ μετεωρίζεται, κάτω δὲ χωρεῖ ὁ φιλήδονος καὶ ὑλικὴν προαίρεσιν ἔχων, ὡς γενέσθαι «σάρκινον, πεπραμένον ὑπὸ τὴν ἁμαρτίαν». 1.95 Ἀνέγνων ἐξήγησίν τινος ἐκλαβόντος τέσσαρας τέκτονας εἶναι τοὺς τέσσαρας εὐαγγελιστάς. Πότερον δ' οὕτως ἔχει οἱ ἐντυχόντες τῷ οὕτω γράψαντι κρινέτωσαν. ∆υνατὸν εἰπεῖν τέκτονας τέσσαρας «τοὺς ἀποσταλέντας ἀγγέλους συναγαγεῖν τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ ἐκ τῶν τεσσάρων ἀνέμων», τοῦτ' ἔστιν τῶν τεσσάρων κλιμάτων τῆς οἰκουμένης. 1.96 Ὅπως δ' ἂν ἐκλαμβάνοιντο οἱ τέσσαρες τέκτονες, ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων Θεοῦ δείκνυνταί τε καὶ ἄγονται κατὰ τῶν ἐπαιρομένων θρασύτητι καὶ ἀλαζονείᾳ κατὰ τῶν ὑποπεσόντων αὐτοῖς Θεοῦ κρίσει, οὐκ αἴροντος κεφαλὴν οὐδὲ τοῦ αἰχμαλωτίζοντος οὐδὲ τῶν αἰχμαλωτιζομένων, τῶν ἱερῶν τεκτόνων ἀντιπαρατεταγμένων. Τέτριπται καὶ ἐν τῇ συνηθείᾳ ὡς οὐκ αἴρουσι κεφαλὴν οἱ δυσπραγοῦντες. 1.97 Εἰ δὲ σημαίνεταί ποτε ὀνόματι τῆς κεφαλῆς ὁ νοῦς, οὐδ' οὗτος ἐπαίρεται ὅταν τις «παραδοθῇ εἰς ἀδόκιμον νοῦν, μὴ δοκιμάσας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει». Πῶς γὰρ ἔτι ὁ κρατηθεὶς ἀδοκίμῳ νῷ τὰ ἄνω φρονήσοι ἢ ἐν οὐρανῷ σχοίη τὴν καρδίαν, μὴ θησαυρίσας ἐν οὐρανῷ; Συνᾴδει τῷ διασκορπίζεσθαι τὸν Ἰσραὴλ καταγνύμενον ἢ καταγόμενον τὸ μετ' ὀλοφυρμοῦ ἀπαγγελλόμενον ὑπὸ τῶν σκεδασθέντων πρὸς τῶν βίᾳ κρατησάντων· «∆ιεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.» 1.98 Ἐπεὶ δοκεῖ ἡ λέξις ἡ προφητικὴ συγκεχύσθαι ἐξ ἀκαταλληλίας τῆς συνθέσεως, μεταποιητέον αὐτὴν οὕτως· ἐν τῇ γῇ τοῦ Κυρίου τὴν οἴκησιν ὁ Ἰσραὴλ καὶ Ἰούδας εὖ διάγων εἶχεν·ἀνέντες δὲ τῆς τοῦ νόμου προσοχῆς καὶ τοῦ μελετᾶν αὐτὸν ἡμέρας καὶ νυκτός, εἰς κακίαν ἔρρεψαν ὡς ὑποπεσεῖν ψήφῳ τοῦ προνοουμένου ἔθνεσι τέσσαρσιν, διὰ τὸ τυραννικὸν κέρασιν καλουμένοις. 1.99 Ταῦτα τὰ εἰρημένα κέρατα δι' ὠμότητα καὶ ἀλαζονείαν ἐπῄροντο κατὰ τῶν Ἰσραηλιτῶν καὶ τοῦ Ἰούδα, ὥστε καταγαγεῖν καὶ κατεάξαι τὸν τοῦ Θεοῦ λαόν, μικρὰ μὲν Θεοῦ ὀργισθέντος, εἰς κακὰ συνεπιθεμένων τῶν δίκην σκευῶν ὀργῆς ὀξυνθέντων ὑπὸ τεκτόνων ἀγαθῶν τῶν ἤδη σαφηνισθέντων, ἵν' ἀσθενεῖς ἀποδειχθέντες καὶ μετὰ τὴν θηγάνην αὐτὴν ἡττηθέντες μηκέτ' ἰσχυρῶς κατέχωσιν τοὺς παραδοθέντας αὐτοῖς. 1.100 Τὰ ἡρμηνευμένα τέσσαρα κέρατα, ὁμοφρονήσαντα κατὰ τῶν ἑαλωκότων, ἓν κέρας ἐπαιρόμενον ἐπὶ τὴν γῆν Κυρίου εἴρηνται. Πολλαὶ δ' εἰσὶν γραφαὶ τοὺς διὰ τῶν κεράτων βασιλεῖς καὶ βασιλείας σημαίνουσαι, καὶ μάλιστα ἐν τῷ προφήτῃ ∆ανιήλ, ὡς ἀναγνόντι σοι ἔσται σαφές. 1.101 Zach. II, 5®6: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. Καὶ εἶπα πρὸς αὐτόν· Ποῦ σὺ πορεύῃ; Καὶ εἶπεν πρός με· ∆ιαμετρῆσαι τὴν Ἰερουσαλὴμ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν, καὶ πηλίκον τὸ μῆκος. 1.102 Πολλάκις ἤδη ἀποδέδοται ὡς αἴρει τις τοὺς ὀφθαλμοὺς τοῦ ἔσω ἀνθρώπου πρὸς κατανόησιν τῶν καταλλήλων θεαμάτων. Τῷ αὐτῷ τρόπῳ τοῖς εἰρημένοις καὶ νῦν ὁ προφήτης ἄρας τοὺς ὀφθαλμοὺς εἶδεν ἄνδρα ἐν τῇ χειρὶ σχοινίον κατέχοντα γεωμετρικόν, ἐπὶ τῷ, οἷα ἀρχιτέκτων ἄριστος, μετρῆσαι ἡλίκον τὸ πλάτος καὶ μῆκός ἐστιν τῆς Ἰερουσαλήμ, ὅπως τεθέντων τῶν θεμελίων ἀνοικοδομὴ αὐτῆς γένηται παθούσης ὑπὸ πολεμίων καθαίρεσιν. 1.103 Τίς δ' ἐστὶν ὁ ὀφθεὶς τῷ προφήτῃ ἀνὴρ καιρὸς ἰδεῖν. Καὶ ὅρα γε μὴ ὁ αὐτός ἐστιν «τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρόν, ἑστηκότι ἀνὰ μέσον δύο ὀρέων κατασκίων». Ἔστιν δ' οὗτος κατὰ μίαν τῶν

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.