Unit 10 rem mid
Rem mid: Unit 10; lemma continues; reading with the letter.
Greek
φησὶν πρὸς τοὺς δυσχεραίνοντας ὅτι Θεοῦ Υἱὸν ἑαυτὸν εἶπεν. 2.5 Ἔχει δ' οὕτως τὸ ῥητόν· «Εἰ ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τ̣ὸν κόσμον» –ἐμὲ τὸν ταῦτα λέγοντα δηλονότι, –»ὑμεῖς λέγετε ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι». Καὶ ἐπεὶ θεοὶ ἀποδείκνυνται πρὸς οὓς γέγονεν ὁ τοῦ Θεοῦ λόγος, Θεοῦ ῥήματα προσήκει νοεῖν καὶ ἐκλαμβάνειν ἃ ἀπαγγέλλουσιν θεοφορούμενοι οἱ μακαριώτατοι προφῆται. Τί προστάττεται εἰπεῖν πρὸς ὃν γέγονεν ὁ τοῦ Κυρίου λόγος Ζαχαρίας θεωρητέον. 2.6 «Λαβέ, φησίν, τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ τῶν χρησίμων αὐτῆς καὶ ἐπεγνωκότων» διὰ πεῖραν «αὐτήν». Τίνα δ' ἐστὶν ἃ δεῖ λαβεῖν παρὰ τῆς αἰχμαλωσίας, διδόντων αὐτὰ παρὰ τῶν ἀρχόντων καὶ χρησίμων καὶ ἐπεγνωκότων αὐτήν, ἢ τὰ ἱερατικὰ σκεύη ἃ οἱ αἰχμαλωτίζοντες εἰλήφασιν ἐκ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ τοῦ ἐν αὐτῇ. Καὶ ταῦτα γὰρ ᾐχμαλώτισται μετὰ τοῦ λαοῦ τῶν Ἑβραίων εἰς τὴν Βαβυλῶνα παρὰ τῶν κρατούντων αὐτῆς τυραννικῶν ἀνδρῶν. 2.7 Οὐ παρὰ τῶν τυχόντων δὲ προστάττεται λαβεῖν, ἀλλ' ἢ παρὰ τῶν ἀρχόντων νομίμως ἐπιστατούντων καὶ τῶν χρησίμων τῇ αἰχμαλωσίᾳ. Οὗτοι δέ εἰσιν οἱ χρησίμως καὶ ἐπ' ὠφελείᾳ μετοικισθέντες ἀπὸ τῆς ἰδίας πατρίδος εἰς τὴν ἀλλοτρίαν γῆν, οὐ δι' ἁμαρτίας ἃς ὅλως οὐ πεποιήκασιν αὐτοί, ἀλλὰ τὰς τοῦ ἀσεβήσαντος λαοῦ. 2.8 Ὥσπερ γὰρ ἐν ἀνθρωπίνῳ πολέμῳ, μετὰ τῆς στρατιωτικῆς δυνάμεως καὶ ἰατροὶ παραλαμβάνονται πρὸς τὸ θεραπεύειν τοὺς τιτρωσκομένους στρατιώτας, οὕτως οἱ χρησίμως αἰχμαλωτισθέντες σοφοὶ πρὸς τὸ βοηθεῖν τῷ λαῷ, προτροπῆς καὶ νουθεσίας τρόπῳ, χρήσιμοι τῆς αἰχμαλωσίας εἴρηνται, ὧν ∆ανιὴλ καὶ Ἰεζεκιήλ, Ἀγγαῖός τε καὶ ἕτεροι πλείονες θεοπρόποι ἄνδρες. 2.9 Πρὸς τούτοις, καὶ ἐπεγνωκότες τί τὸ τῆς αἰχμαλωσίας τέλος ἐστίν, τὸ κατελθεῖν εἰς τὴν γῆν ἀφ' ἧς αἰχμάλωτοι ἐλήμφθησαν, ὡς ψᾶλαι εὐχαριστίας ὕμνον· «Ἐν τῷ γὰρ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» 2.10 Φέρουσι τὰ ἐκ τῆς αἰχμαλωσίας οἱ ἄρχοντες καὶ οἱ συνωνομασμένοι αὐτοῖς χρήσιμοι καὶ ε᾿̣πεγνωκότες αὐτὴν οὐ μόνον τὰ αἰσθητὰ 43 σκεύη τοῦ ἱεροῦ, ἀλλὰ καὶ ἃς ἐκτήσαντο ἐκεῖ ἀρετὰς καὶ τὰ σοφὰ νοήματα. ᾿Ω̣φεληθέντες γὰρ ἐκ τῆς ἀηδοῦς καὶ ἐπιπόνου καταστάσεως, ἐκτήσαντο τὰ ἀγαθὰ περὶ ὧν εἴρηται ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν πρὸς τὸν εὐλογούμενον παρὰ Κυρίου· «Ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλήμ», 2.11 καὶ ἔτι· «Πεποιθὼς ἔσει ἐπὶ Κύριον καὶ ἀναβιβάσῃ σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», ἥτις κληρονομία δίδοται τοῖς μαθοῦσι παρὰ Ἰησοῦ «ὅτι πραῢς καὶ ταπεινὸς τῇ καρδίᾳ ἐστίν». Περὶ ἧς ὁ ὑμνῳδὸς κέκραγεν· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» Συμφώνως καὶ ὁ μακάριος π̣ροφήτης Ἠσαΐας προτρέπει πόθον λαβεῖν τῶν ἡρμηνευμένων ἀγαθῶν· «Ἐὰν γάρ, φησίν, θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» 2.12 Λαβόντος τὰ ἀπὸ τῆς αἰχμαλωσίας τοῦ πρόσταξιν περὶ τούτου εἰληφότος πρὸς τοῦ γενομένου Κυρίου λόγου πρὸς αὐτόν, κελεύεται εἰσιέναι εἰς τὸν οἶκον Ἰωσίου, τοῦ μεταλαμβανομένου εἰς «σῳζόμενον». 2.13 Προσήκει γὰρ τὸν σῳζόμενον ὑπὸ Κυρίου, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἡμῶν Θεὸς τοῦ σῴζειν», ἐληλυθότος «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός», υἱὸν εἶναι Σοφονίου τοῦ ἑρμηνευομένου «χρονισμὸς Ἰαώ». Χρονισμὸς γὰρ ἐγγίνεται ὑπὸ Θεοῦ τῷ σωθέντι σωτηρίαν αἰώνιον, ἧς αἴτιος ὁ Σωτὴρ ὑπάρχει, περὶ ἧς γράφει ὁ Ἀπόστολος λέγων περὶ τοῦ Σωτῆρος· «Τελειωθείς, ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» 2.14 Τῷ προσταχθέντι εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ ἥκοντος ἐκ Βαβυλῶνος εἰς τὴν Ἰερουσαλὴμ τὴν ἁγίαν πόλιν πρόσταξις δίδοται λαβεῖν ἀργύριον καὶ χρυσίον καὶ ποιῆσαι στεφάνους ἵν' ἐπιτεθῶσιν τῇ κεφαλῇ τοῦ μεγάλου ἱερέως, Ἰησοῦς δ' ἐστὶν οὗτος, τοῦ ἀληθινοῦ Ἰησοῦ ὄντ̣ος σωτηρίας Θεοῦ, μεταλαμβανομένου εἰς τὸ «σωτηρία Ἰαώ», δηλὸν δ' ὅτι τοῦ Θεοῦ· ἓν δὲ τῶν ὀνομάτων τοῦ Θεοῦ τὸ Ἰαὼ Ἑβραίων φωνῇ. 2.15 Τί τὸ χρυσίον καὶ τὸ ἀργύριον ἀφ' ὧν κατασκευάζονται στέφανοι πλείονες ὑπὸ τοῦ τὴν ἐντολὴν εἰληφότος θεασώμεθα. Ἄργυρος ὁ λόγος καὶ χρυσὸς ὁ νοῦς ἀλληγορίας νόμῳ ἐκλαμβάνονται. Λέγεται γοῦν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων περὶ τούτων ὄντων νοητῶν κειμηλίων πρὸς τὴν νύμφην ὑπὸ τῶν φίλων το̣ῦ νυμφίου αὐτῆς βασιλέως ὄντος· «Ὁμοιώματα χρυσο̣ῦ ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ.» 2.16 Εἰκὸς δὲ ὁμοιώματα τοῦ πνευματικοῦ χρ̣υσοῦ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.