Commentarii in Zacchariam · §u10-rem-early

Unit 10 rem early

Rem early: Unit 10; lemma and argument toward the thesis.

Greek

σίδηρος, ὡς τὸν Θεὸν ἐλεγκτικώτατα πρὸς τὸν ἀπηρυθριακότα καὶ ὄψιν πόρνης ἐσχηκότα καὶ πρὸς πάντας ἀπηναισχυντηκότα καὶ μὴ ὑποβάλλοντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Ἰησοῦ ζυγῷ· «Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ σύ· καὶ τὸ μέτωπόν σου χαλκοῦν, καὶ τὸ νεῦρον τοῦ τραχήλου σου σιδηροῦν.» 1.409 ∆ύο δὲ εἴρηται τὰ ὄρη τὰ χαλκᾶ διὰ τὸ διττὸν τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὑψωμάτων. Ἔστιν γὰρ ψευδοδοξεῖν καὶ περὶ τὴν πρακτικὴν ἀρετὴν καὶ τὴν διανοητικήν, οὐκ ἄλλην οὖσαν τῆς γνώσεως τῆς ἀληθείας· ἀσεβοῦσι γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων περὶ ἀμφότερα τὰ εἴδη τῆς ἀρετῆς. 1.410 Τῶν μελάνων ἵππων διὰ τὸ σκεύη ὀργῆς εἶναι ἐκπορευομένων ἀπὸ τοῦ βορρᾶ, «ἀφ̣' οὗ ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», οἱ λευκ̣οὶ ἵπποι ὀπίσω αὐτῶν ἐρχόμενοι ἐδείχθησαν. Οὗτοι δ' εἰσὶν οἱ τῶν ἱλαρῶν καὶ εὐφροσύνης ποιητικῶν καὶ ἐπωφελῶν πραγμάτων διάκονοι. Ἐπεὶ γὰρ αἱ κολάσεις ὑπὲρ βελτιώσεως τ̣ῶν παραδιδομένων αὐταῖς ἐπάγονται, ἁρμονίως ὀπίσω ἐ´̣ρ̣χ̣ονται, μετ' αὐτὰς δηλονότι, ὑφαίνοντες καὶ εὐαγγελιζόμενοι τὰ λαμπρὰ καὶ φωτοειδῆ. 1.411 Τούτων πεῖραν λαβοῦσα ψυχὴ τῷ ἐν συναισθήσει γεγονέναι, ἀριδηλότατα βοᾷ πρὸς τὴν ἐφηδομένην τῇ ἀπωλείᾳ τῶν βλαπτομένων· «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· πάλιν ἀναστήσομαι», δηλαδὴ μετανοήσασα. Εἰ γὰρ καὶ πεσοῦσα τιμωρίᾳ ὑπεβλήθην ὀργῇ Θεοῦ, ἀλλ' οὖν ὑπομείνασα καὶ τὴν ὀργὴν τὴν ἐπαχθεῖσαν γενναίως ἐνεγκοῦσα, εἰς ἱλαρὰν κατάστασιν καὶ εὐφραίνουσαν διαγωγὴν ἐλθοῦσα, φημί· 1.412 «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιώσῃ τὴν κρίσιν μου· καὶ ἀποίσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.» Κἂν γὰρ βελτιώσεως καὶ ὠφελίας ἕνεκα ὀργισθῇ Θεός, οὐκ ἀεὶ τοῦτο ποιεῖ· λέγει γοῦν· «Ὅταν ὀργὴ τοῦ θυμοῦ γένηται, πάλιν ἰάσομαι.» 1.413 Ὁ ἐκ τῆς τοιαύτης προνοίας ὠφεληθεὶς χαριστηρίως λέγει τῷ ὑπὲρ σωτηρίας κακώσει πρὸς ὀλίγον ὑποβαλόντι· «Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν· ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἠλέησάς με.» 1.414 Τῶν μελάνων ἵππων ἀπὸ τῆς γῆς τοῦ βορρᾶ ἐληλυθότων ἵν' ἀναπαύσωσιν τὸν θυμὸν Κυρίου, ἀπὸ τοῦ νότου ὤφθησαν ἐρχόμενοι οἱ ποικίλοι καὶ ψαροί· ἀπ' ἐκείνου δηλαδὴ περὶ οὗ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ἡ νύμφη πρὸς τὸν ἑαυτῆς νύμφιον· «Ἔρχου, νότε», ἀποπεμφθέντος ὑπ' αὐτῆς τοῦ ψυχροῦ βορέα καὶ ἀνέμου σκληροῦ. Ἔχει δ' οὕτως ἡ λέξις τῆς νύμφης· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπο´̣ν μου, καὶ ῥευσάτω ἀρώματά μου.» Λόγοι δ' ἀγαθοὶ καὶ νοήματα εὐσεβῆ εἰσι τὰ ἀρώματα. 1.415 Ἡρμηνεύθη ἐν τοῖς πρότερον τίνες οἱ ποικίλοι ἵπποι, καὶ διὰ τί οὕτως εἴρηνται. Πάντες δὲ οἱ ἵπποι παρεστήκασιν τῷ Κυρίῳ πάσ̣η̣ς̣ τῆς γῆς, ἕτοιμοι τυγχάνοντες πρὸς τὸ περιοδεῦσαι πᾶσαν τὴν γῆν καὶ ἐκτελεῖν ἃ προστάττει ὁ Κύριος πάσης τῆς γῆς, μᾶλλον δὲ πάσης τῆς κτίσεως. 1.416 Τοῦ πρώτου τόμου περιγραφέντος εἰς τὰς φανείσας ὀπτασίας τοῦ προφήτου Ζαχαρίου τοῦ φωτεινῶς καθορῶντος, ἀρκτέον τοῦ δευτέρου ἀπὸ τῆς ἑξῆς λέξεως οὕτως ἐχούσης. 42 2.t 1Τόμος Βʹ 1 2.1 Zach. VI, 9®11: Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τω῀̣ν̣ ἐπεγνωκότων αὐτήν. Καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος. Καὶ λήμψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. 2.2 Ὡς οὐκ ἔστιν ἐπιστημονικὰ μαθήματα εἰπεῖν ἢ παραδοῦναι μὴ σχόντα ἐπιστήμην, οὕτω οὐκ ἔστι προγνῶναι ἀληθῶς καὶ κατὰ Θεὸν ἢ προφητεῦσαι πνευματικὴν προφητείαν ἄνευ τοῦ γενέσθαι τὸν Θεοῦ λόγον πρὸς τὸν προγινώσκοντα καὶ προφητεύοντα. Γινόμενος γὰρ πρὸς τὸν τοιοῦτον ὁ τοῦ Κυρίου λόγος ὀμματοῖ καὶ φωτίζει πρὸς τὸ θεάσασθαι τὰ κάλλη καὶ μυστήρια τῆς ἀληθείας καὶ τῆς Θεοῦ σοφίας. 2.3 Οὐχ ἕτερος δ̣ὲ ὁ γινόμενος πρὸς τὸν προφήτην λόγος τοῦ Θεοῦ Λόγου ὑπάρχει, ὅστις γίνεται μὲν πρὸς τοὺς ἁγίους ἄνδρας, ἀγγέλους τε καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, πρὸς τὸν γεννήσαντα αὐτὸν Πατέρα ὢν ἀεί. Περὶ μὲν γὰρ τοῦ Πατρὸς λέγεται ὡς ἦν ὁ Λόγος πρὸς αὐτόν· «Οὗτος γάρ, φησίν, ἦν πρὸς τὸν Θεόν», Θεὸς Λόγος ὤν. 2.4 Γίνεται δέ, καὶ οὐκ ἔστιν, πρὸς τοὺς πνευματοφόρους ἄνδρας, ὢν καὶ τότε πρὸς αὐτοὺς ὅταν γένηται. Τότε γὰρ τότε καὶ θεοὶ ἔσονται πρὸς οὓς ἐπεφοίτησεν καὶ γέγονεν, ὡς αὐτὸς ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.