Unit 10 rem close
Rem CLOSEOUT: Unit 10 CLOSEOUT.
Greek
τυγχάνειν τὰ σκιώδη καὶ εἰκονικὰ παιδεύματα τῆς πρ̣ὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος γραφῆς· ἃς «σκιὰς» λέγει εἶναι «τῶν μελλ̣όντων ἀγαθῶν» ὁ Ἀπόστολος καὶ «εἰκόνα τῶν ὑπεραναβεβηκότων πραγμάτων»· ταῦτα δ' ἐστὶν τὰ μέλλοντα ἀγαθὰ κατὰ τὸ ζωοποιοῦν Πνεῦμα συνιστάμενα. 2.17 Καὶ ἐπεὶ τὰ ὁμοιώματα τοῦ εἰρημένου νοητοῦ χρυσίου ἐκ τῶν θεοπνεύστων λογίων ποικίλλεται καὶ κατασκευάζεται, ἀπὸ στιγμάτων τοῦ ἀργυρίου τὴν ποικιλίαν δέχεται τὰ ὁμοιώματα τοῦ νοητοῦ χρυσοῦ. Τί δὲ τὸ ἀργύριον ἀφ' οὗ τῶν στιγμάτων τὰ ὁμοιώματα τοῦ χρυσίου κατακοσμεῖται, ἢ «τὰ ἁγνὰ λόγια τοῦ Κυρίου ὄντα ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ». 2.18 Περὶ τοῦ ἀποδοθέντος νοητοῦ χρυσίου καὶ τοῦ καταλλήλου ἀργύρου ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ ὑμεναίῳ λέγεται περὶ τοῦ εἰρηνικοῦ νυμφίου· «Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλου τοῦ Λιβάνου· στύλους ἐποίησεν ἑαυτῷ ἀργύρους, καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον.» Τούτου τοῦ πνευματικοῦ φορείου ἐξ ἀργύρου τοῦ προειρημένου οἱ στῦλοι πεποίηνται καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρύσεον νοερὸν ὑπάρχον. 2.19 Καὶ ἐπεὶ συμβαίνει νικήτας ἀποδείκνυσθαι ἐκ τῶν εἰρημένων κειμηλίων τοὺς ἀθλοῦντας ὑπὲρ εὐσεβείας, «ἀγωνιζομένους ἕως θανάτου ὑπὲρ ἀληθείας», ἐξ αὐτῶν οἱ στέφανοι κατασκευάζονται τῶν πνευματικῶν κειμηλίων, ἵνα ἀναδήσωνται αὐτοὺς ταῖς σφῶν κεφαλαῖς οἱ μάρτυρες τῆς ἀληθείας καὶ πάντες οἱ καταπαλαίσαντες τοὺς ἀσάρκους ἀντιπάλους, ὑπὸ πόδα λαβόντες τοὺς πρὸς οὓς τὴν πάλην εἶχον καλουμένους «ἀρχάς, ἐξουσίας, κοσμοκράτορας τοῦ σκότους 44 τούτου, πνευματικὰς πονηρίας». 2.20 Πολλῶν καὶ διαφόρων ὄντων τῶν παλαισμάτων, ἀνάγκη καὶ τὰ ἔπαθλα πολλὰ καὶ διάφορα τυγχάνειν. ∆ιὸ οὐχ εἷς ἀλλὰ πολλοὶ στέφανοι τεχνιτεύονται ὑπὸ τοῦ τὴν πρόσταξιν δεξαμένου. Ἑκάστη γὰρ ἀρετὴ καὶ ἔργα τὰ κατ' αὐτὴν τελούμενα οἰκεῖον ἔχει στέφανον. 2.21 Ὁ γὰρ τοὺς νόμους τοῦ Πατρὸς ἑαυτοῦ Θεοῦ ἀκούσας καὶ «τοὺς θεσμοὺς τῆς μητρὸς αὐτοῦ μὴ ἀπωσάμενος» «τῆς ἐλευθέρας ἄνω Ἰερουσαλὴμ» καὶ «τῆς ἐνδόξου Ἐκκλησίας» «στέφανον χαρίτων» δέχεται εἰς τὴν ἑαυτοῦ κεφαλήν, «κλοιῷ χρυσέῳ» κοσμούμενος τὴν ὑποτακτικὴν τῆς ψυχῆς δύναμιν, «τράχηλον» ἀλληγορικῶς καλουμένην. Καὶ ἐν τῇ λέξει ταύτῃ ὁ χρύσεος κλοιὸς οὐκ ἐξ αἰσθητῆς ὕλης, ἀλλὰ νοῦ θείου τὴν κατασκευὴν ἔχει. 2.22 Χάριτες ἐν τούτοις ἐξ ὧν πλέκεται ὁ στέφανος ὃν ἀναδεῖται ἡ κεφαλὴ τοῦ ἀκούσαντος τοὺς λόγους τοῦ γεννήσαντος αὐτὸν Θεοῦ ἐκ τοῦ δικαιοσύνην ποιεῖν. «Πᾶς γ̣ὰρ ποιῶν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται», καὶ φυλάττων τοὺς θεσμ̣οὺς τῆς προαποδοθείσης μητρὸς ἥκιστα ἀπωθούμενος αὐτ̣ούς· αἱ κατ' εἶδος ἀρεταὶ τυγχάνουσιν χαριτοῦσαι τὸ στεφόμενον καὶ «σῴζουσαι χάριτι» τὸν μετέχοντα αὐτῶν. 2.23 Ἔστιν ἕτερον ἀγ̣ώνισμα οὗ ὁ ἐχόμενος «κατατρυφᾷ τοῦ Κυρίου», μεταλαμβάνων αὐτοῦ ὡς ἄρτου ζῶντος, καὶ πίνων «τὸ ποτήριον» ὃ προτείνει τοῖς ὀρεγομένοις πότ̣ο̣υ̣ «μ̣εθύσκον ὡς κράτιστον» ὑπα´̣ρχον, ὡς τὸν πεπωκότα χαριστηρίως τῷ ὀρέξαντι φάναι· «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Ὁ ταύτην τὴν εὐωχίαν ἀβλαβῶς καὶ εὐαρέστως δεξάμενος πεισθεὶς τῷ εἰρη̣κότι ἀθλοθέτῃ· «Εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος», δε´̣χεται στέφανον τρυφῆς, ἅμα κόσμον καὶ ὅπλον σωτήριον υ῾̣πάρχ̣οντα, πρὸς τῆς λεγούσης σοφίας· «Στεφάνῳ τρυφῆς ὑπεράσπισαί σου.» 2.24 Παῦλος ὁ ἀπόστολος πόθῳ βραβείων καὶ στεφάνου «τὸν καλὸν ἀγῶνα ἠγωνίσατο, ἐτέλεσε τὸν δρόμον» ἐκεῖνον περὶ οὗ ὁ ὑμνῳδὸς λέγει· «Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα»· καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» Ἁρμονίως ὁ τελέσας τὸν δρόμον τοῦτον καὶ τὴν εἰς Τριάδα «τηρεῖ πίστιν», οὐδὲ κατὰ ποσὸν ὀλισθάνων, βεβαιωθεὶς ἐν αὐτῇ, κατὰ τὸ πρός τινας λεχθὲν ἐν ἐπαίνῳ· «Τῇ πίστει ἑστήκατε.» 2.25 Τί δ' ἀποδοθήσεται τῷ ἀγωνισαμένῳ τὸν καλὸν ἀγῶνα καὶ τελ̣έσαντι τὸν ἡρμηνευμένον δρόμον καὶ τηρήσαντι τὴν «εἰς δικαιοσύνην λελογισμένην πίστιν», ἢ ὁ τῆς δικαιοσύνης στέφανος; Ὁ οὕτως ἀνδραγαθισάμενος «τὸν καλὸν ἀγῶνα ἠγώνισμαι» καὶ τὰ συνωνομασμένα ἐπιφέρει. «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής, οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν» τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 2.26 Οὗτος ὁ στέφανος καὶ τῆς αἰωνίου ζωῆς ὑπάρχει, ὡς Ἰάκωβος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ χαράττει φάσκων· «Ὁ μακάριος ἀνὴρ ὃς ὑπομε´̣ν̣ει πειρασμόν,
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.