Unit 12 rem early
Rem early: Unit 12; lemma and argument toward the thesis.
Greek
ἐδουλαγώγησεν καὶ ὑπωπίασεν· τὸ γὰρ τύμπανον ἐκ δορᾶς νεκροῦ ζῳ´̣ου τὴν κατασκευὴν ἔχει. 2.81 Τοῦτο ψοφοῦσι καὶ κροαίνουσιν αἱ δᾳδουχοῦσαι πέντε φρόνιμοι παρθένοι, κατὰ τὸ ᾀδ̣όμενον ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ· «Προέφθασαν ἀ´̣ρχοντες ἐχόμενα ψαλλόντων ἐν μέσῳ νεανίδ̣ων τυμπανιστριῶν.» 2.82 Τοῖς ἡρμηνευμένοις τυμπάνοις̣ ἐχρῶντο μετὰ τὸ ἐξιέναι τῆς Αἰγύπτου καὶ περᾶσαι τὴν Ἐρυθρὰν θάλασσαν αἱ ἑβραῖαι γυναῖκες, ὧν ἐξῆρχεν ἡ π̣ροφῆτις Μαριάμ, ἀδελφὴ Μωϋσέως καὶ Ἀαρών, λαβοῦσαι χερ̣σὶν τὰ τύμπανα ἑαυτῶν· συμφώνως τῇ χοροδιδασκάλῳ ἐπ̣ινικίως μέλπουσαι, ἔφασκον· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ τὰ ἑξῆς μέχρι τοῦ τέλους τῆς ᾠδῆς. 2.83 Οὐ γὰρ κἂν πιθανόν ἐστιν νομίζειν τοσοῦτο πλῆθος τυμπάνων ηὐπορῆσθαι ἐν τόπῳ πανερήμῳ ταῖς τοσαύταις μυριάσιν τῶν γυναικῶν, δυνατοῦ τυγχάνοντος πάνυ εὑρεθῆναι τὰ κατ' ἀλληγορίαν λεχθέντα τύμπαν̣α ταῖς ἔτεσιν πλείοσιν ἤδη ἀνηγμέναις θεοσεβῶς, π̣αρορμωμέναις μάλιστα πρὸς τὴν πνευματικὴν χορείαν ἐξ ὧν τεθέανται παραδόξως γεγενημένων ὑπὲρ τοῦ ἔξω τῆς Αἰγύπτου γενέσθαι. 2.84 ∆ίδοται δὲ ὑπὸ τῶν ψαλμὸν δεξ̣αμένων πρὸς τῷ τυμπάνῳ καὶ ψαλτήριον τερπνὸν μετὰ κιθάρας, συνηρμοσμένα πρὸς τῶν δυνάμεων τῆς ψυχῆς καὶ αἰσθήσεων πρὸς τὴν θείαν μελῳδίαν, νήψεως δὲ χρεία ἵνα μὴ ψεκτὰ ὄργανα καὶ ᾠδὰς λάβῃ τις ἃ παραιτεῖται Θεὸς λέγων· 2.85 «Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Ὁ τὰ παραιτητὰ τῷ Θεῷ ἀποστραφεὶς ψάλλε̣ι καὶ ᾄδει ἐπαινετῶς, κατὰ προτροπὴν τοῦ γράφοντος Ἀποστόλου· «Λαλοῦντες ἑαυτοῖς ψαλμοῖς, ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ.» 2.86 Μετὰ τὸ στέφος εἰς χάριτα Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου, τούτων ὑπαρξάντων, οἱ ἔτι μακρὰν ὄντες τῶν αἰχμαλώτων ἥξουσιν ἐπὶ τῷ συνεγγίσαι τῷ κηρύξαντι αὐτοῖς ἄφεσιν· ἐπαινοῦντες δὲ «οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ τοῦ Κυρίου», ἵνα διακονω῀̣σιν διηνεκῶς ἱερέων δίκην, κατὰ τὸν μακάριον προφήτην Σαμουήλ. 2.87 Τελεσθήσεται δ' ἕκαστα πληρούμενα δ̣ιὰ ὁράσεως ὅταν «εἰσακούσαντες εἰσακούσωσιν τῆς φωνῆς Κυρίου» οἱ χρήσιμοι καὶ ἐπεγνωκότες τὴν αἰτίαν κα······λ̣μον ἧς ὑπέμειναν πρὸς καιρὸν ························· λην. 2.88 Οἱ πλησιάσαντες τῷ ······················ καὶ μακρὰν ὄντες οἱ ······························ οἴκῳ πρακτικὰς καὶ δ······························· ας, μυστήρια τῆς βασιλείας ······················ ἀδικήματα ἱερέων εἶναι······························· μιν εἰσακούουσιν ································· τῶν εἰρημένων̣ τελεστ̣····························· ται οἱ εὐεργετηθέντες ···························· προκείμενα παρὰ Κυρίου παντοκράτορος. 2.89 Zach. VII, 1®3: Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασ̣ελεύ· καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαράσαρ καὶ Ἀρβεσσὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων· Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη. 2.9091 Ἐν τῷ τετάρτῳ 51 ··················· αἰχμαλωσι········································· μηνὸς τ········································ στειλεν σ······································· Ἀρβεσσε`̣ρ ······································ καὶ οἱ ἄνδρες ···································· τοῦ ἐξιλάσασθαι ·································· λατρι·········································· λέγων̣ ···································· ἁγίασμα Κυρίου ει································ λειτουργία ········································ κατὰ τ·········································· 2.92 ························ τετάρτῳ τῆς ∆αρείου ἀρχῆς ···························· ἀναγράφεσθαι τοὺς ································ ψευδογράφωσί τινες ····························· ε᾿̣λ̣εγχομένων τῶν τυ······························σθαι ἐν τοῖς δημοσίοις 2.93 ···························ενας δῆθεν προφητείας· ·······························αι ηποστη̣·ουμενος ··························· ἐγράφη Ἑβραίων φωνῇ ······························· ἐννέα ἀριθμὸς ἐπὶ ·······························τ̣η παραλαμβανομε2.94 ··························εται ἐν τῷ ἐννάτῳ μηνὶ ········································· μηνὸς
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.