De trinitate · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

18.63 καὶ ὁ σωτὴρ δὲ παρ' Ἰωάννῃ μόνου μνημονεύει τοῦ θεϊκοῦ πνεύματος λέγων· «ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν». 18.64 καὶ αἱ πράξεις ὡσαύτως περὶ τούτου πιστοῦνται· «τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ῥήματος εἶπεν αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον· ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς», καὶ πάλιν· «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνά βαν εἰς τὸ ἔργον, ὁ προσκέκλημαι αὐτούς». καὶ πάλιν Πέτρῳ εἶπεν τὸ ἅγιον πνεῦμα· «ἀναστὰς πορεύθητι» εἰς τὸν οἶκον Κορνηλίου. 18.65 καὶ αὖθις κομψευόμεναι αἱ ἀποστολικαὶ πράξεις διατριβὴν παρέχουσιν τῷ τοιῷδε λόγῳ· περιέχουσιν γάρ· «τότε ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτόν», καὶ ἔτι· «ὁ γὰρ Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς τὸν λαόν». 18.66 Σημαίνεται δὲ ὁμοίως τὸ ἰσόρροπον καὶ ἰσοδύναμον τῶν παντίμων ὑποστάσεων καὶ ἐν τῷ τὸν δεσπότην θεὸν λόγον διὰ τῆς προλεχθείσης αὐτοῦ εἰς τὸ βάπτισμα πανυμνήτου φωνῆς τὴν ἰσοτιμίαν ἑαυτῷ καὶ τῷ ἁγίῳ πνεύματι τὴν πρὸς τὸν πατέρα φυλάξαι· 18.67 δι' ἣν αἱ ἱεραὶ βίβλοι ποτὲ μὲν πρώτου μέμνηνται τοῦ πατρὸς καὶ οὕτω τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος, ποτὲ δὲ πρώτου ἐπιμέμνηνται τοῦ υἱοῦ διὰ τὸ τῆς φύσεως ἀμέριστον καὶ τῆς θεολογίας τὸ ἀδιάφορον, 18.68 ὡς ὅταν λέγῃ Ἰὼβ τρανῶς τὴν τριάδα δηλῶν· 18.68 «ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν». τὸ ζωοποιοῦν με ἅγιον πνεῦμά φησιν καὶ ἀναπνέειν ἔτι ποιοῦν. 18.69 καὶ ὡς ἡνίκα Παῦλος Θεσσαλονικεῦσι τὸ δεύτερον γράφει· «αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς καὶ πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας», καὶ Γαλάταις· «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπου οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρός», καὶ Κορινθίοις, ὡς προείρηται· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος». 18.70 καὶ ὁ σωτὴρ δέ φησιν· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ' αὐτῷ 21 ποιήσομεν». 18.71 Ποτὲ δὲ πρῶτον τὸ ἅγιον πνεῦμα ὀνομάζουσιν, μετέπειτα δὲ τὸν πατέρα ἢ τὸν υἱόν, ὡς ὅταν ∆αυῒδ ψάλλῃ· «ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» 18.72 καὶ ὁ Ἰὼβ τὸ εὔγνωμον δεικνὺς φάσκει· «πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με». 18.73 καὶ ὣς Παῦλος ἐν τῇ πρώτῃ ἐπιστολῇ Κορινθίοις γράφει· «διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονι ῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν». 18.74 Ποτὲ δὲ περὶ δύο ὑποστάσεων διαλέγονται ὁμωνύμως, ὡς ὅτε Ζαχαρίας λέγει· «εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσει κύριος ἐν σοί, διάβολε». 18.75 Καὶ ἀνωτέρω ἐδείχθη διὰ πλειόνων. 19.ν Περὶ τοῦ τὸ νῦν λεχθὲν περὶ τοῦ πατρός, ἄλλοτε περὶ τοῦ υἱοῦ εἰρῆσθαι ἢ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐν μιᾷ θεότητι τὴν τριάδα ὑπάρχειν. 19.1 Ἐν μιᾷ τοιγαροῦν θεότητι οἱ ἱεροφάνται τὴν ἔνδοξον τριάδα ἐπιστάμενοι καὶ τὴν θεολογίαν αὐτῆς ἐπίκοινον οὖσαν, ὅπερ νῦν εἰρήκασι περὶ τοῦ πατρός, ἄλλοτε ἄλλοι περὶ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος διαγορεύουσιν, οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ διὰ τὸ καὶ ἡμᾶς εἰδέναι τοῦτό τε αὐτὸ τῆς ὀρθῆς πίστεως τὸ καίριον· καὶ ὡς, οἵας δ' ἂν ὑποστάσεως ἐπιμνησθῶμεν ἐκ παντός, καὶ τὴν ἄλλην τῇ πίστει συνανελάβομεν, ἅτε ἀχώριστον. 19.2 ἀψευδεῖν δὲ ἀνάγκη τοὺς ἀψευδεῖς ὑποφήτας θεοῦ καὶ δόξης ἀρνουμένης τὴν ἀλήθειαν καθαροὺς τοὺς τὴν ἁπλῆν καὶ ὄντως ἀλήθειαν, τουτέστιν τὴν ἀγαθότητα, τοῦ θεοῦ διδάσκοντας. 19.3 μὴ καθαροῖς γὰρ καθαρῶν ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν φασιν· οἱ δὲ ἦσαν καθαροὶ καὶ πάσης ψευδοδοξίας ἀλλότριοι. 19.4 Εὑρήσομεν δὲ τοῦτο εὐθὺς εἰς τὴν θεοπτίαν, ἣν ἐθεάσατο Ἠσαΐας. τί δὲ μὴ πρῶτον ὅλου ἐκείνου ὡς ἔχει μνημονεύσω τοῦ χωρίου; 19.5 λέγει οὖν· «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ σεραφὶμ εἱστήκει σαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο· καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· ἅγιος ἅγιος

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.