De trinitate · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

ἑαυτόν. 18.44 καὶ συνεξαγγέλλουσιν πνεύματι. ἀφανεῖς ἄνδρες, ἀλλὰ καὶ σφόδρα προσομιλήσαντες τῷ θεϊκῷ πνεύματι. 18.45 οἱ δέ εἰσιν μεταξὺ τῶν ἄλλων τῶν συνοπαδῶν αὐτοῖς οὗτοι· ὁ ἱεροψάλτης ἐν ριζʹ ψαλμῷ· «ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός». καὶ ἐν τῷ αὐτῷ· «εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι· ἀγαθός». καὶ Ἰερεμίας ἐθρήνει· «ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἐκζητούσῃ αὐτόν». 18.46 καὶ Ἠσαίας· «κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ». 18.47 Ὅτι δὲ καὶ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα ἀγαθὸν ὑπάρχει, ὁ μνημονευθεὶς ∆αυῒδ ἐν κδʹ ψαλμῷ μελῳδεῖ· «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ». 18.48 πρὸς δὴ τούτοις, εἰ ἀγαθόν ἐστιν ἡ αἰώνιος ζωή, καὶ τὰ ῥήματα τοῦ υἱοῦ. ἔφη γάρ· «ἐγώ εἰμι ἡ ζωή», καὶ πάλιν· «τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν». καὶ εἰ ἀγαθὸν «τοῦ ἁγίου πνεύματος ὁ ἁγιασμός» καὶ ἡ ἐν τῇ φωτίσματι ἐνέργεια– συμμνημονεύεται γὰρ ὡς συνεργόν–, ἔτι δὲ καὶ ἡ διανομὴ τῶν οὐρανίων δωρημάτων, πάντως ἀγαθὸς ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. 18.49 Οὐκ ἀκοῇ δὲ μόνον ἐδιδάχθημεν, ἀλλὰ καὶ ἐθεασάμεθα, ὡς ἐγχωρεῖ, τῆς σεπτῆς καὶ ὁμοουσίου τριάδος τὸ ἰδικὸν τῶν ὑποστάσεων· 18.50 τοῦ μὲν πατρὸς ἐξ οὐρανῶν λέγοντος· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», τοῦ δὲ μονογενοῦς αὐτοῦ ἐπὶ γῆς βαπτιζομένου, τοῦ δὲ ἑνὸς καὶ μόνου ἁγίου πνεύματος αὐτοῦ κατιόντος ἐν εἴδει περιστερᾶς καὶ μένοντος ἐπ' αὐτὸν τὸν μονογενῆ θεὸν καὶ υἱόν. 18.51 καὶ ∆αυϊτικὸν γὰρ θησαύρισμα ἐν πδʹ τοῦτο πιστοῦται ψαλμῷ, ὅτι ὁ σαρκωθεὶς ἐκ τῶν γηΐνων ἡμῶν ὑπὸ τοῦ θεοῦ πατρὸς ἐμαρτυρεῖτο υἱός. γνώριμος δὲ πᾶσιν ὁ λόγος ἔχων ὧδε· «ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, δικαιοσύνη ἐκ τῶν οὐρανῶν διέκυψεν». 18.52 Ὁμοίως διὰ τὸ μὴ εἶναι διαφορὰν θεότητος τῇ φρικτῇ καὶ ἀχράντῳ τριάδι ποτὲ τὸν πατέρα μετὰ τοῦ υἱοῦ ἐκφαίνουσι τὰ λόγια, ὡς ὅταν λέγῃ ∆αυῒδ μέν· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου», Παῦλος δέ· «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ». ποτὲ δὲ τὸν πατέρα μετὰ τοῦ ἁγίου πνεύματος συνάπτουσιν, ὡς ὅταν Ἀγγαῖος προφητεύῃ· «διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», καὶ πάλιν· «οὐκ ἐν δυνάμαι μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ' ἢ ἐν πνεύματί μου, εἶπεν κύριος παντοκράτωρ». 18.53 Ἐγχρονιστέον τῷ ῥητῷ. ἐπειδὴ γὰρ ἔστιν ὅτε οἱ ἑτερόδοξοι, τοῦ πνεύματος σὺν τῷ πατρὶ μνημονευομένου, φασὶν ἀνυπόστατον δύναμίν τινα δηλοῦσθαι, ἠσφαλισμένως ἔχει τὸ προκείμενον ῥητόν. 18.54 Καὶ Ἠσαΐας· «καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ 20 πνεῦμα αὐτοῦ»· καὶ πάλιν· «ἐκεῖ συνήντησαν ἔλαφοι καὶ ἔδοσαν τὰ πρόσωπα ἀλλήλων. ἀριθμῷ παρ ήλθοσαν καὶ μία αὐτῶν οὐκ ἀπώλετο. ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, διότι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς» 18.55 Παῦλος δὲ Κορινθίοις· «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν,» καὶ πάλιν· «ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ πνεύματος ἁγίου», καὶ πάλιν· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ». 18.56 Ἄλλοτε δὲ μόνον τὸν υἱὸν ὀνομάζουσιν, ὡς ἡνίκα Ἠσαΐας προφητεύῃ· «καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργα τῶν χειρῶν σου πάντες», Παῦλος δὲ Γαλάταις· «ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε». 18.57 Ἄλλοτε σὺν τῷ ἁγίῳ πνεύματι τὸν μονογενῆ κηρύττουσιν, ὡς ὅταν Παῦλος Κορινθίοις μὲν ἐπιστέλλῃ· «ἀλλὰ ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν», 18.58 Ῥωμαίοις δέ· «ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνει δήσεώς μου ἐν πνεύματι ἁγίῳ», 18.59 καὶ πάλιν· «εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε». 18.60 Καὶ ἄλλοτε τοῦ ἁγίου πνεύματος καταμόνας ἐπιμέμνηται, ὡς ὁπόταν Ἠσαΐας μὲν προφητεύῃ· «αὐτοὶ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον», καὶ πάλιν· «κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς»· 18.61 Παῦλος δὲ Κορινθίοις γράφει· «σαρκικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ». 18.62 καὶ ὣς Στέφανος ἐν ταῖς πράξεσι φάσκει· «ὑμεῖς τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε», καὶ πάλιν· «ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων καὶ τὸ πνεῦμα τὸ ἅγιον» καθὰ ὡς ἐπίπαν εἰώθαμεν λέγειν· «ἡμεῖς μόνοι ἐνταῦθά ἐσμεν καὶ ὁ θεός.»

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.