De trinitate · §u08-rem-early

Unit 8 rem early

Rem early: Unit 8; lemma and argument toward the thesis.

Greek

«δημιουργός» καί «ἐξουσιαστής» καί «τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον» καί «σωτήρ» καί «πάντα ἐν πᾶσιν Χριστός» καί «εὐλογημένος εἰς τοὺς αἰῶνας» καὶ ὅτι «μέγα τὸ τῆς εὐσεβείας μυστήριον» δῆλον δ' ὡς τὸ Χριστιανῶν, παρ' οἷς ἀγένητος θεὸς ὑμνεῖται ὁ Χριστός καὶ ὅτι τῇ ἑαυτοῦ θεότητι «περιποιεῖ τὸν λαόν», διὰ τὸ ὁμοουσίως ἔχειν πρὸς τὸν πατέρα. 27.2 Τοιῶσδε τοίνυν περὶ τούτων λέγουσιν οἱ μνημονευθησόμενοι νῦν πρὸς ἡμῶν ἅγιοι, οἷς ὁ θεὸς κατὰ τὸν ιεʹ ψαλμόν «ἐγνώρισεν ὁδοὺς ζωῆς»· 27.3 ∆αυῒδ ἐν μὲν ζʹ ψαλμῷ εὐχόμενος· «ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον». 27.4 αἰσθάνῃ, ὡς ὁ προφήτης κύριον καὶ θεὸν οἶδεν αὐτὸν καὶ δέεται αὐτοῦ λέγων «ἐξεγέρθητι» ἐπὶ τὴν ἀνεκλάλητον ἐνανθρώπησίν σου, τρόπῳ ᾧ προώρισας τῷ «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». 27.5 ὑπὲρ ταύτης γάρ φησιν τῆς· περιγινομένης ἡμῖν ἐντεῦθεν σωτηρίας· «τὰ μὲν ἔθνη τῇ πίστει κυκλώσει σε· σὺ δέ, ὅθεν ἦλθες, ἀχωρίστως ἐπάνελθε»· 27.6 ἐν δὲ μϛʹ· «θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν». ἐν δὲ μθʹ· «ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ θεὸς ἐμφανῶς ἥξει»· ἐν δὲ ξζʹ· «ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ» καί «ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμάς· κύριος ὄνομα αὐτῷ» ἐν δὲ παʹ· «ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν». 27.7 Ἄθρει μέν, πῶς ἑκάστη λέξις ἀνάπτει τὴν περὶ αὐτοῦ δόξαν καὶ ἐξαρκεῖ πεῖσαι τῆς πατρικῆς μονάδος ὑπάρχειν αὐτὸν οὐσίας· καὶ ὅτι ὁ μεγαλογράφος τὸν ἐν τάφῳ οὐ δίχα ζωῆς τεθέντα, ἵνα σὺν τοῖς ζῶσιν καὶ τοὺς ἀπελθόντας τῶν ἀνθρωπίνων πραγμάτων σώσῃ, θεὸν καλεῖ καὶ ἀνίστασθαι τοῦ μνήματος προφητεύει κρινοῦντα τοὺς μετὰ τοσαύτην καὶ τηλικαύτην εὐεργεσίαν γηΐνως φρονήσαντας. 27.8 ἴσθι δέ, ὅτι «δυσμάς» τοὺς ἐσχάτους λέγει καιρούς. ἐν αὐτοῖς γὰρ ἐπέστη ἐμφανῶς τῷδε τῷ θεατῷ κόσμῳ. 27.9 Ἐν δὲ οϛʹ· «ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ὁ ποι ῶν θαυμάσια μόνος». 27.10 τὸν σαρκωθέντα θεὸν λόγον ἀνευφημεῖ κἀνταῦθα τὸν ἐν τῷ Ἰουδαϊκῷ ἱερῷ ἐμφιλοχωρήσαντα καὶ διδάξαντα καὶ θαυματουργήσαντα· 27.11 Ἐν δὲ τῷ ριζʹ· «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· θεὸς μέγας κύριος καὶ ἐπέ φανεν ἡμῖν». 27.12 εἰ εὐλόγως παρὰ τῷ προφήτῃ «θεὸς μέγας» καὶ εἰ «εὐλογημένος», ὅ ἐστιν δεδοξασμένος, καί «βασιλεὺς μέγας» καί «μόνος θαυματουργός» ὑπάρχει ὁ ἐπιφανεὶς ἡμῖν κύριος, ἔστιν δὲ ὁ υἱός, –ἀλόγως παρὰ αἱρετικοῖς μικρότερος τοῦ ἰδίου πατρὸς ὑπονοεῖται. 27.13 οὐκ ἐνδέχεται γὰρ τὸν αὐτὸν τῇ ἀληθείᾳ πρώτως μὲν ἔχειν κατὰ τὴν προφητείαν, δευτέρως δὲ κατ' ἐκείνους. 27.14 Εἰ δὴ πυθόμεθα τοῦ αὐτοῦ ψαλμῳδοῦ, μαθησόμεθα, ὅτι ἐπίσταται ὡς τὸν πατέρα οὕτω καὶ τὸν υἱὸν ὑπάρχοντα θεὸν τῶν προπατόρων. 27.15 ἐν γὰρ μϛʹ ψαλμῷ κέκραγεν· «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη. ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ· ἄρχοντες λαῶν 30 συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ». 27.16 συνεκκλησιάσθησαν δὲ μετὰ τοῦ θεοῦ τοῦ ἐνανθρωπήσαντος, περὶ οὗ ᾄδεται ἐν βʹ ψαλμῷ· «ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». 27.17 Ἠσαΐας δὲ ἀσύγκριτον αὐτὸν ὡς τὸν θεὸν πατέρα βοᾷ· «ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ». 27.18 ἄλλον γὰρ οὐκ εἴδομεν θεὸν ἢ τὸν ἐκ παρθένου Μαρίας κατὰ τὴν σωτήριον ἐνανθρώπησιν τεχθέντα οὐδὲ ἠκούσαμεν, εἰ μὴ τὸν μαρτυρηθέντα ὑπὸ τοῦ θεοῦ πατρός· 27.19 «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός» 27.20 καὶ πάλιν, ὡς προελέχθη· «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». 27.21 μεθ' ἕτερά τε ἐπάγει· «καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον». 27.22 ὁ υἱός, φησίν, τοῦ θεοῦ ἐνανθρωπήσας ἐγεννήθη παιδίον καὶ ἐδόθη ἡμῖν φέρων αὐτὸς ἐπὶ τοῦ ὤμου αὐτοῦ ταύτης αὐτοῦ τῆς κάτω γεννήσεως τὴν ἀρχήν, τοῦτ' ἔστιν· αὐτὸς ἑαυτοῦ ἀρχὴ τυγχάνων ἐν τῷ ἀρεύστως ὑπὸ παρθένου καὶ ἐξ αὐτῆς ἀρρήτως σαρκωθέντα τεχθῆναι, συνουσίας ἀνδρὸς ἀρχὴν οὐ παρασχόμενος. 27.23 ὄνομα δὲ αὐτῷ· «θεὸς ἰσχυρός, ἐξουσιαστής». 27.24 οὐκ εἶπεν· «ὑπεξούσιος», ἀλλ' ἐφανέρωσεν αὐτοῦ τὴν φύσιν, τὴν δύναμιν, τὴν αὐθεντείαν. 27.25 Ὅπερ ὄνομα γινώσκων ∆αυῒδ ψάλλει· «γνώτωσαν, ὅτι ὄνομά σοι

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.