De trinitate · §u08-rem-close

Unit 8 rem close

Rem CLOSEOUT: Unit 8 CLOSEOUT.

Greek

φησίν, «ἐστὲ ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν»· 27.50 καὶ αὖθις· «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι' αὐτοῦ ἀποκαταλ λάξαι τὰ πάντα εἰς αὐτόν». 27.51 Ἑπόμενα καὶ ταῦτα τοῖς πρόσθεν. τοῦ γὰρ πατρὸς ἐν τῷ υἱῷ καὶ αὐτοῦ ἐν τῷ πατρὶ τῇ φύσει τυγχάνοντος, ὡς καὶ πᾶν συγγενὲς ἀχώριστόν πως τοῦ ἑαυτοῦ συγγενοῦς καθέστηκεν, κἂν τῇ ὑποστάσει διέζευκται, καλὸς καὶ ὁ ἐν τῷ κινουμένῳ ἐδαφίῳ λόγος, εἰ καὶ μὴ ἄγαν βαθέως, ἀλλ' οὐ πᾶσιν εὐσυνόπτως· «δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκαταλλάσσειν τὰ πάντα», ὡς ἁρμόττειν τῷ υἱῷ καὶ τὸ περὶ τοῦ πατρὸς χρησθέν· «ἐξ οὗ τὰ πάντα», εἴπερ ὑγιῶς ἔχει τά τε νῦν εἰρημένα τό τε· «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος». 27.52 Καὶ Τιμοθέῳ δὲ γράψας εἰς ἄκρον ἐθεολόγησεν περὶ αὐτοῦ καὶ ἀπ' ἀμφοῖν τῶν λέξεων τὸ μὴ εἶναι κατὰ θεότητα παρὰ φύσιν τὴν πατρικὴν ἐδίδαξεν. 27.53 εἶπεν γὰρ τοιῶσδε· «ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ». 27.54 οὔπω γὰρ πᾶσιν σαφῶς ἔκδηλος ὢν οὗτος ὁ πάντων γενεσιουργὸς καὶ εὐεργέτης ἐκφανὴς εὑρέθη, ἡνίκα διὰ τὴν πάντων σωτηρίαν ἐγένετο ἐθελοντὴς καὶ ὡς εἷς τῶν πάντων. 27.55 Ὅθεν «ἐδικαιώθη ἐν πνεύματι», τοῦτ' ἔστιν ἀπεφάνθη ἢτ' οὖν ἐβεβαιώθη καὶ παρὰ τῶν ἀγνοησάντων αὐτὸν ἐν τῷ ὄπισθεν χρόνῳ ἀληθινὸς εἶναι θεός· καὶ τοῦτο, φησίν, οὐκ ἀβασανίστως, ἀλλ' αὐτῇ τῇ ψυχικῇ ἡμῶν κινήσει, ὡς ἡ κοινὴ συνήθεια ἔχει λέγειν· "4ὁ δεῖνα ἐδικαιώθη ἀληθινὸς εἶναι υἱὸς τοῦδε"5, πίστιν γένους παρασχόμενος· καὶ ἄλλοτε· "4ὁ δεῖνα ἐδικαιώθη καλῶς ἡγεμονεύειν"5. 27.56 Καὶ ἵνα πιστικώτερος ὁ λόγος φανῇ, ὦφθαι αὐτὸν ἀξιοῖ καὶ ἀγγέλοις, οἷστισι διὰ τὴν θείαν αὐτοῦ ἀπειρίαν καὶ ἀνειδεότητα ἀόρατος ἦν πρὸ ἐκείνου τοῦ χρόνου, ὁμοίως τῷ «μόνῳ ἀοράτῳ θεῷ», καὶ ὑπ' αὐτῶν ὑμνῆσθαι· «δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία»· κεκηρύχθαι δὲ ἐν τῷδε τῷ παντὶ καὶ πεπιστεῦσθαι, ὅτιπερ ὁ ἐκ τοῦ ἀρρήτου φωτὸς ἀχρόνως ἐκλάμψας, ἀπὸ τῆς ἀειπαρθένου ἐν 32 ὑστέροις καιροῖς διὰ φιλανθρωπίαν ἀφράστως ἐτέχθη, τὰ πατρικὰ πάντα ἐκφήνας ἐν ἑαυτῷ· ἀναβεβηκέναι τε πρὸς τὸν πάντα περιειληφότα ἐν δόξῃ, ᾗ ἀεὶ ἐτύγχανεν ὢν μετὰ τοῦ θεοῦ. 27.57 Ἀξιόπιστος δὲ καὶ αὐτός, περὶ οὗ ὁ λόγος, τῇ ἰδίᾳ μαρτυρῶν θεότητι καὶ κυριότητι καὶ λέγων παρὰ Ματθαίῳ μὲν πρὸς τὸν διάβολον· «οὐ μὴ πειράσῃς κύριον τὸν θεόν σου», παρὰ Ἰωάννῃ πρὸς τοὺς ἀποστόλους· «ὑμεῖς φωνεῖτε με· ὁ κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ». 27.58 Θωμᾶς δὲ καὶ τύπους ἥλων, οὓς ἔσχεν δι' ἡμᾶς παρ' ἡμῶν ὁ σωτὴρ ὡς φιλάνθρωπος, ψηλαφήσας οὐκ ἐταράχθη οὐδὲ καθυφῆκεν τῆς περὶ αὐτοῦ ἀνωτάτω δόξης· 27.59 ἠπίστατο γάρ, ὡς μόνης τῆς αὐτοκρατορικῆς ἀπειροδυνάμου καὶ ἀγαθωτάτης φύσεως ἦν, οὐ μὴν δὲ κτιστῆς, τὸ μόνον οὐχ ὑπὲρ ἰδίων κτισμάτων παθεῖν, ἀλλὰ καὶ καθολικὴν ἥν φαμεν καὶ γενικὴν σωτηρίαν, καὶ ταύτην αἰωνίως, δωρήσασθαι. 27.60 τοιγάρτοι κἀντεῦθεν μᾶλλον ἐπιθαρσήσας ἀντεισφέρει αὐτῷ τὴν βεβαίαν πίστιν καὶ ἀνευφημεῖ· «ὁ κύριός μου καὶ ὁ θεός μου». 27.61 Καὶ ἐν ταῖς καθολικαῖς δὲ ἐπιστολαῖς ἐξ ἴσου καὶ ὁμοιολέκτως τὸν υἱὸν τῷ πατρὶ θεολογοῦντες ἔγραψαν, ὡς προελέχθη, Ἰωάννης μὲν ὁ πολὺς ἐν θεολόγοις· «καὶ οἴδαμεν», φησίν, «ὅτι ὁ λόγος τοῦ θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, τῷ υἱῷ τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος». 27.62 ἄλλον, φησίν, μὴ ζήτει τῇ οὐσίᾳ θεὸν ἢ υἱὸν θεοῦ. 27.63 δὶς γὰρ εἶπόν σοι ἐπὶ αὐτοῦ τὸ ἀληθινόν, ὅτι τε «υἱὸς ἀληθινὸς» καὶ «θεὸς ἀληθινός», δεδωκὼς διάνοιαν τοῖς λαβεῖν ἀξίοις· ὥστε ἔχειν εἰδέναι ὡς ἀληθῶς γεγέννηται καὶ ἀληθῶς ἐστι τῷ τεκόντι θεῷ ὁμοούσιος. 27.64 Ἰούδας δὲ ὁ εἰς τοὺς δυοκαίδεκα μονοκτήτορα ὡρίσατο αὐτὸν ὡς τὴν ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν πατρικὴν διακληρωσάμενον θεότητα, οὑτωσί που τοῖς ἁπανταχοῦ γράψας· «παρεισέδυσαν γάρ τινες ἄνθρωποι πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον Ἰησοῦν Χριστὸν ἀρνούμενοι». 27.65 Ἀλλὰ καὶ Πέτρος ὁ ἐν ἀποστόλοις κορυφαῖος ἐν ταῖς πράξεσιν φαίνεται εἰπών· «τὸν λόγον, ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.