De trinitate · §u08-rem-mid

Unit 8 rem mid

Rem mid: Unit 8; lemma continues; reading with the letter.

Greek

κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν», τό «μόνος» διὰ τὴν μίαν θεότητα εἰπών. 27.26 Πατέρα δὲ αὐτὸν μέλλοντος ἐκάλεσεν αἰῶνος, ὄντα καὶ τῶν παρελθόντων αἰώνων δημιουργὸν διὰ τὸ ἀπὸ χρόνου τοῦ τῆς οἰκονομίας ἐγνῶσθαι αὐτὸν πολὺ τοῖς ἀνθρώποις. 27.27 κτιστῆς τοίνυν καὶ οὐκ ἀκτίστου φύσεως εἶπεν αὐτὸν πατέρα· εἷς γὰρ ὁ ἀκτίστου καὶ ὁμοουσίου υἱοῦ πατήρ. 27.28 παραδεικνὺς δὲ τῆς θεότητος αὐτοῦ τὸ ἀμέγεθες ἔφη· «τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον». 27.29 Καὶ Ἱερεμίας δὲ ἤτοι Βαρούχ βίβλος γὰρ μία ἀμφοτέρων ἐστίν σεμνηγορεῖ περὶ αὐτοῦ· «οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη». 27.30 Εἰ οὖν μὴ θεοπρεπῶς νοηθείη, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος ἄμφω τῶν ἀπορρήτων ὑποστάσεων ἡ προκειμένη γραφὴ οὕτως ἐρρήθη, λείπεται ἀθεήσαντα εἰπεῖν, ὅτι ὁ τεκὼν αὐτὸς θεὸς καὶ πατὴρ οὐ θεὸς ἡμῶν οὐδὲ συγκρίνεται τῷ υἱῷ αὐτοῦ. 27.31 Ἐκπέπτωκεν δὴ οὖν καὶ εἰσπάμπαν ἠφάνισται ὁ λόγος τῶν διαβαλλόντων μικρότερον καὶ ὑπουργὸν τὸν θεὸν λόγον. 27.32 πῶς γὰρ ἂν ἄλλος εἴη ἀσύγκριτος πρὸς τὸν θεόν, «πρὸς ὃν οὐ λογισθήσεται ἕτερος»; 27.33 καὶ πάλιν· «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς θεὸς ζῶν καὶ ἀληθινός», ὡς ἄλλης θεότητος μὴ οὔσης ἀληθινῆς, εἰ μὴ τῆς τοῦ γνησίου υἱοῦ τοῦ θεοῦ, δι' οὗ καὶ παρ' οὗ καὶ παρ' οὗ ἅμα παντὶ τῷ κόσμῳ καὶ οἱ οὐρανοὶ παρεκομίσθησαν. 27.34 Καὶ ὁ ἔξοχος δὲ ἀνδρῶν Παῦλος τὴν αὐτὴν ἀκολουθίαν τοῖς προφήταις τηρῶν τοὺς πρέποντας περὶ αὐτοῦ ἀποδίδωσι λόγους, γράφων Τίτῳ μέν· «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώ σηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλω τὴν ἔργων». 27.35 ∆ιὰ μὲν γὰρ τοῦ ἀναφθέγγεσθαι «τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» δηλοῖ τὸ μὴ δευτέρως ἔχειν κατ' οὐσίαν καὶ τὸ ἄναρχον πρὸς τὸν μέγα θεὸν πατέρα. 27.36 καὶ κατὰ τὸ φαινόμενον γὰρ ἔστι συνιδεῖν, ὅτι εἰ μικρὸς ὁ υἱός, πῶς ἔσται μέγας ὁ πατήρ; 27.37 εἰ "4ἦν, ὅτε οὐκ ἦν"5 ὁ θεὸς λόγος, ἦν, ὅτε πατρὸς ὄνομα οὐχ ὑπῆρχεν. 27.38 ἔστω δὲ ἵλεω ἡμῖν τοιαῦτα λέγειν τολμῶσιν διὰ τὴν ἄλλων ἀγνωμοσύνην. 27.39 «ἡ γὰρ εὐλάβεια 31 καλὸν ἔθος», φασί, «τοῖς χρωμένοις». 27.40 ∆ιὰ δὲ τοῦ φράζειν «τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον» οὐχὶ δέ· ἄλλῳ ἵνα καθαρίσῃ λαόν, ἀκόλουθα τῶν μνημονευθέντων προσεπιτίκτει. 27.41 σημαίνει γὰρ αὐτὸν τὴν μίαν αὐτεξούσιον καὶ ἀγαθὴν θεότητα τὴν πάντων αἰτίαν διακεκληρῶσθαι. 27.42 ἴδιον γὰρ δημιουρ γοῦ μὲν καὶ οὐ δημιουργήματος τὸ ὑπεραποθανεῖν, εἰ οὕτω χρὴ φάναι, τοῦ ἰδίου ποιήματος· υἱοῦ δὲ ἀγαπητοῦ θεότητα καὶ βασιλείαν οὐ διάφορον ἔχοντος μετὰ πατρὸς τὸ ἑαυτῷ τὸν λαὸν περιποιῆσαι. 27.43 Ἄγων δὲ τὸν λόγον ὁ πολὺς οὗτος καὶ ἀληθὴς ἐξηγητὴς εἰς τὸ ἀποδεῖξαι αὐτὸν ἅμα μὲν φιλάνθρωπον σωτήριόν τε θεόν, ἅμα δὲ ὡς ἑαυτὸν ἐδυσώπησεν καὶ οὐ κρείττονι εἶξεν θεότητι, γενέσθαι μεθ' ἡμῶν ὡς εἷς ἐξ ἡμῶν, τροπῆς δίχα καὶ ἁμαρτίας, φάσκει· 27.44 «ὅτε δὴ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου». 27.45 Κολοσσαεῦσι δὲ καὶ μέμφεται καὶ καταβολὴν τῆς πρωτίστης θεολογίας περὶ αὐτοῦ ποιεῖται γράφων, ὡς ἤδη ἐν τῷ «περὶ ὁμοουσίου» εἴρηται κεφαλαίῳ· «διὰ τί κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστὸν Ἰησοῦν; ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τοῦτ' ἔστιν οὐσιωδῶς. 27.46 καὶ γὰρ ἐκεῖνος φύσει πλήρωμά ἐστιν αὐτὸ ἡ πατρικὴ θεότης ὑπάρχων τῇ οὐσίᾳ. 27.47 «Οὐχ ἁρπαγμὸν γὰρ ἡγήσατο τὸ εἶναι ἴσα θεῷ»· 27.48 ἡμεῖς δὲ ἐκ τοῦ πληρώματος δι' ἀγαθότητα αὐτοῦ χάριν ἐλάβομεν. ἣνπερ φύσει ὡς δοῦλοι οὐκ εἴχομεν κατὰ Ἰωάννην λέγοντα· «καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάρι τος», τοῦτ' ἔστιν τὴν τῆς ἀναγεννήσεως ἀντὶ ἧς ἀπεβάλομεν χάριτος παρακρουσάμενοι τὴν ἐπὶ τῷ ἑνὶ φυτῷ πρώτην θεσμοδοσίαν. 27.49 «οὐκέτι γάρ»,

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.