De trinitate · §u09-open

De trinitate Unit 9 opening

Unit 9.

Lemma-led open — ἥλιον δικαιοσύνης καί ἴασιν

Greek

κύριος». 27.66 τοῦ οὖν ἢ πῶς ἢ πότε τοσαύταις ἐναργέσι τε καὶ ἰσοτρόποις καὶ ἀπαραλλάκτοις τοῦ πατρὸς τετιμημένος χρῃσμωδίαις ἀνόμοιος εἰσκομισθείη; 28.ν Περὶ τοῦ τὸν υἱὸν πᾶν ἀγαθὸν ἀνατέλλειν καὶ εἶναι «ἥλιον δικαιοσύνης καί ἴασιν» καί «θησαυρὸν σοφίας καὶ γνώσεως» καί «φῶς», καὶ τοὺς πιστεύ οντας καί «μὴ σκανδαλιζομένους εἰς αὐτόν» «υἱοὺς φωτὸς γίνεσθαι». 28.1 Οἱ γοῦν περὶ αὐτοῦ ὑμνηκότες διαφόρως ἡμῖν τὴν θεότητα αὐτοῦ καὶ τὸ τελέως αὐτὸν προεστάναι τῶν οἰκείων ἔργων ἐπιδεικνύντες διδάσκουσιν, ὅτι αὐτός ἐστι παντὸς ἀγαθοῦ παρεκτικὸς καὶ φῶς ἀγαθοειδὲς καὶ ἀγαθοποιὸν καὶ ἥλιος νοητός, τῷ ἀφ' ἑαυτοῦ ἀλήκτῳ φωτὶ ἀπολαμπρύνων τὰ ὄμματα τῶν ἀπλανῶν καὶ δεκτικῶν ψυχῶν καὶ εἴσω τῆς νοητῆς ἄγων περιωπῆς καὶ ποιῶν ὁρᾶν, ἃ μὴ πρότερον δι' ἁμαρτίας ὁρᾶν καθ' αὑτὰ ἐπεφύκει, ἢ καὶ ὅλον τὸν ἄρτιον ἄνθρωπον φωτοειδῆ ποιῶν, ὡς ὁ ἥλιος ἡλιοειδῆ τὰ σώματα τὰ ἐν οἷς παραγίνεται· ἔτι δὲ ὅτι καὶ ἴασις καί «θησαυρὸς σοφίας καὶ γνώσεως» ἀδαπάνητος καὶ πανταρκὴς τυγχάνει. 28.2 Καὶ οἱ περὶ αὐτὸν εἰλικρινῶς διακείμενοι ὡς καὶ περὶ τὸν πατέρα αὐτοῦ υἱοὶ φωτὸς γίνονται καθὰ υἱοὶ τοῦ θεοῦ πατρός, ὡς ἡνίκα διακηρύττουσιν Μαλαχίας μέν· «ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ»· 28.3 Πέτρος δὲ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ· «ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν»· 28.4 ἔλεγεν δέ, οἶμαι, τὸν ἀπὸ τῆς δευτέρας αὐτοῦ ἐπιφανείας ἀνίσχειν μέλλοντα ταῖς ψυχαῖς φωτισμὸν καὶ πάντα καταφαιδρύνοντα τὰ σκότῳ κεκρατημένα· 28.5 καὶ ἑτέρωθι· «καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν»· 28.6 33 Ζαχαρίας δὲ προεφήτευσεν· «εἴ τι ἀγαθόν, αὐτοῦ, καὶ εἴ τι καλόν, παρ' αὐτοῦ ἔσται». 28.7 καὶ Παῦλος πρὸς μὲν Κολοσσαεῖς περὶ αὐτοῦ ἔφη· «ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι», πρὸς δὲ Ῥωμαίους· «λέγει γάρ», φησίν, «ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθή σεται. οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. πᾶς γάρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται». 28.8 ποῖον δὲ ὄνομα ἐπικαλοῦνται τοῦ υἱοῦ, οἱ μηδὲ θεὸν ἄκτιστον μηδὲ υἱὸν ὁμοούσιον τῷ πατρὶ λέγοντες αὐτὸν τὸν καλλίνικον, τὸν σωτῆρα οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης; 28.9 Καὶ Ἰωάννης ὁμοίως περὶ αὐτοῦ· «ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε». 28.10 μετὰ γὰρ θάνατον, φησίν, μετάνοια οὐκ ἔστιν, ὡς καὶ ∆αυῒδ ψάλλει· «ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» καὶ πάλιν ἀπὸ τοῦ σωτῆρος· «πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ, ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀνα βλέπουσιν, χωλοὶ περιπατοῦσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελί ζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί». 28.11 Τί γὰρ λέξει περὶ τῶν πλανωμένων καὶ τῶν πλανώντων; 28.12 Ἠσαΐας προεῖπεν· «λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει τὸν λαὸν εἰς κρίσιν. αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου;». 28.13 ἥξει δὲ αὐτὸς κύριος εἰς κρίσιν μετὰ τῶν διδασκάλων καὶ ἀρχόντων, οὐχ ὡς αὐτὸς ὑπ' ἄλλου κριθησόμενος, ἀλλ' ὡς ἐλέγξων αὐτούς, καθάπερ διαλαλεῖ ἐν ἄλλῳ μέρει· «δεῦτε καὶ διακριθῶμεν, λέγει κύριος, οἷα», φησίν, «τὰ ἀπ' ἐμοῦ ὑπῆρξεν ὑμῖν καὶ οἷα τὰ ἀφ' ὑμῶν γέγονεν εἰς ἐμὲ καὶ τοὺς δούλους μου». 28.14 λέγει γάρ «ἀμπελῶνα» τὸν κόσμον ἢ τὸν λαόν, ὅντινα οἱ μὲν αἱρετικῶν καὶ Ἰουδαίων ἐξηγηταὶ διὰ τῆς βλασφήμου διδασκαλίας ἔνοχον ἐποίησαν τῷ τῆς γεέννης πυρί, οἱ δ' ἄρχοντες, οὐκ οἰκειωσάμενοι τὰ κατ' αὐτόν, ἀποχρησάμενοι δὲ τῇ ἐξουσίᾳ, ποικίλως καὶ διαφόρως ἠδίκησαν. 28.15

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.