De trinitate Unit 13 opening
Unit 13.
Lemma-led open — ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες·
Greek
ἅγιον πνεῦμα προσηγορεύθη ἀδελφὸς αὐτοῦ.» 5.2 ἐκεῖνοι μὲν οὕτως καὶ πρὸς ἑαυτοὺς ἀνομοιούμενοι, ἡ δὲ ἀλήθεια πρὸς αὐτούς. μονογενὴς γέγραπται, διά τε τὸ μόνον γεννηθῆναι ἐκ τῆς ὑποστάσεως τοῦ πατρός, καὶ μὴ ἐκπορευθῆναι, ὡς τὸ ἅγιον πνεῦμα· διά τε τὸ ἀποκλείεσθαι τὰς βλασφημίας αἱρετικῶν λεγόντων αὐτὸν κτίσμα καὶ υἱόν, ὥς ἐσμεν ἡμεῖς. καὶ τὸ ἅγιον δὲ πνεῦμα ἓν καὶ μόνον εἶναι γέγραπται, διά τε τὸ ἑνιαίως καὶ μόνως αὐτὸ ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρὸς ἐκπορευθῆναι καὶ μὴ γεννηθῆναι, ὡς ὁ υἱός· διά τε τὸ μὴ κτίσμα, ὡς τὰ ἄλλα πνεύματα, ὑπονοεῖσθαι. 5.3 τὸ γὰρ ἓν οὐ δύο, οὔτε ἀλλότριόν ἐστι τὸ πνεῦμα τῆς οὐσίας πατρός, οὔτε διώρισται τῆς πρὸς τὸ ἓν ἑνώσεως· οὔτε πρὸς ἐκεῖνον ὕφεσιν ἔχει ἢ ἄλλον ἑαυτοῦ μᾶλλον συμφυέστερον ἢ ἀγχίθεον· οὔτ' ἀνέχεται ἢ ἀριθμὸς προσαγορεύεσθαι τῆς ἑνάδος οὐσίας ὂν ἢ τοῖς παρηγμένοις συντάττεσθαι, τῶν πάντα παραγαγόντων σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τυγχάνον. οὐ δύναται οὖν τὸ ἓν ἅγιον πνεῦμα οὔτε τῷ ἑνὶ πατρὶ ἢ τῷ ἑνὶ υἱῷ εἶναι ἀνόμοιον, οὔτε τῷ πλήθει τῶν πνευμάτων ὅμοιον. 5.4 καθάπερ γὰρ ἑνὸς ὄντος θεοῦ καὶ πατρὸς καὶ ἑνὸς υἱοῦ ἀληθινοῦ πάντες οἱ κατ' εἰκόνα δι' ἀγαθότητα καὶ ἀφθονίαν αὐτοῦ ἐκλήθημεν θεοὶ καὶ υἱοί, –οὐκ ὄντες τῇ ἀληθεῖᾳ–κατὰ τό· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες·» οὕτως ἑνὸς καὶ μόνου ὄντος ἁγίου πνεύματος ἀληθείας, πολλὰ πνεύματα λέγεται, οὐκ ὄντα τῇ φύσει πνεύματα τοῦ θεοῦ. 5.5 οὐ βλέποντες καὶ ἀνασκεπτόμενοι, ὅπως ἂν τοῖς θεολόγοις φαίνοιντο συμβαῖνόν τι λέγοντες, οὐκ ὀκνοῦσι καὶ ἄλλα ἐπιφέρειν βλαβερά. καὶ μοί, πρὶν ἅπαντος ἀκοῦσαι τοῦ λόγου, μέμψηται μηδὲ εἷς, εἰ βλάβην τὰ ἐκείνων καλῶ. εὑρήσει γάρ, ὅτι φθέγγονται, ἄντικρυς ἀντιπράττοντες τῇ γνώμῃ τῶν θεηγόρων ἀνδρῶν, οἳ τὸ περὶ τοῦτο διαπρέπειν εἶχον παρὰ τοῦ θεοῦ ἐν δωρεᾶς μέρει. λέγουσι γάρ· εἰ θεὸς τὸ ἅγιον πνεῦμα ἢ πατὴρ ἢ υἱός ἐστιν· μὴ ὂν δὲ τούτων μηδέν, οὔκ ἐστι θεός, ὡς οὐδὲ τὰ ἄλλα πνεύματα. 5.6 ἀπαντητέον τοίνυν αὐτοῖς 51 οὑτωσί, ὥσπερ θεὸς ὁ πατὴρ οὐ διὰ τὸ εἶναι πατέρα, ἀλλὰ διὰ τὸ εἶναι θείας φύσεως, καὶ ὁ υἱὸς οὐ διὰ τὸ εἶναι τοῦ τυχόντος υἱόν, ἀλλὰ διὰ τὸ τοῦ θεοῦ εἶναι υἱὸν λόγον καὶ ἀναγκαίως τῆς αὐτοῦ θείας φύσεως ὑπάρχειν, οὕτως καὶ τὸ ἅγιον πνεῦμα θεὸς οὐ διὰ τὸ ἁπλῶς εἶναι πνεῦμα, ἀλλὰ διὰ τὸ τοῦ θεοῦ εἶναι ἓν καὶ μόνον πνεῦμα ἅγιον, καὶ τῆς αὐτοῦ θείας φύσεως καθεστάναι, ὡς προελέχθη. καὶ ὥσπερ ἀκούσαντες· «εἷς ὁ θεός» καί· «κυρίῳ τῷ θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·» ἐξ ἴσου τῷ πατρὶ θεόν τε εἶναι τὸν μονογενῆ λόγον πιστεύομεν καὶ προσκυνοῦμεν καὶ λατρεύομεν αὐτῷ· τὸν ἴσον τρόπον καὶ περὶ τοῦ ἁγίου πνεύματος διακείμεθα. 5.7 αὐτῷ γάρ, ᾧ προσετάχθημεν ἐν τῷ περὶ τοῦ ἀφθάρτου βαπτίσματος δοθέντι ὅρῳ, ἐξ οὗ ἤρτηται ἡ τῆς πάσης ἡμῶν πολιτείας καὶ θρησκείας κατάστασις, συντάττειν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ προσετάχθημεν καὶ συμπροσκυνεῖν καὶ συνδοξάζειν αὐτὸ καὶ λειτουργεῖν αὐτῷ. αὕτη γάρ ἐστιν ἡ λογικὴ λατρεία, ἢν ἔγραψεν Παῦλος τοιῶσδε· «ἵνα παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐ άρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν.» 5.8 καὶ ὃν τρόπον, τοῦ ἀποστόλου τὸν θεὸν μόνον σοφόν τε καὶ ἔχειν ἀθανασίαν χρησμῳδήσαντος, πιστεύομεν καὶ τὸν υἱὸν ὁμοίως ἔχειν ἀθανασίαν καὶ εἶναι σοφόν, ἅτε ἀπαράλλακτον κατ' οὐσίαν ὄντα τῷ πατρὶ καὶ λόγον αὐτοῦ καὶ ζωὴν αἰώνιον, ὡς γράφει, ὑπάρχοντα· οὕτως καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ κατὰ χάριν ἤτοι δόσιν ἔχει ἀθανασίαν καὶ σοφίαν, ὁμοίως τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ φύσει κέκτηται· πνεῦμα γὰρ σοφίας ἐστίν. τοιγαροῦν γέγραπται, ὡς· «οὐδεὶς γινώσκει τὰ τοῦ μόνου σοφοῦ, εἰ μὴ τὸ πνεῦμα αὐτοῦ.» εἰ γὰρ δοίησαν μὴ ταῦτα οὕτως ἔχειν, ἢ παρακρούσονται τὸν θεὸν
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.