Unit 13 rem early
Rem early: Unit 13; lemma and argument toward the thesis.
Greek
λόγον, ἢ παρὰ τὰς γραφὰς δόξουσιν ποιεῖν. 5.9 τῇ γὰρ ἐν μιᾷ θεότητι τριάδι οὐ συντάττεταί τι, οὔτε τὰ πνεύματα διὰ τὸ κεκλῆσθαι πνεύματα, κἂν μὴ τὰ βέβηλα εἴποιμεν, οὔτε οἱ ἄνθρωποι διὰ τὸ κεκλῆσθαι θεοί· οὐ γάρ ἐσμεν τῇ ἀληθείᾳ. εἰ δὲ οὐκ οἰηθῶσιν ἀντιπίπτειν αὐτοῖς τό· «μόνῳ σοφῷ θεῷ», καί· «μόνος ἔχων ἀθανασίαν·» οὐ δυνήσονται ἀπ' οὐδενὸς ἐξ ἐναντίας τοῦ ἁγίου πνεύματος κατασοφίζεσθαι. ταῦτα γὰρ οὕτως ὑπὸ Παύλου ἐρρήθη, διὰ τὸ τοῦ θεοῦ λόγον μὲν τὸν υἱόν, πνεῦμα δὲ τὸ ἅγιον πνεῦμα τυγχάνειν, καὶ ἀχωρίστως αὐτοῦ ἔχειν κατὰ τὴν φύσιν, καὶ εἰς μίαν ἀνάγεσθαι θεότητα, ὡς καὶ παρὰ τοῖς ἔξω λέγεται· εἷς θεὸς αὐτοπάτωρ, ἐξ οὗ τάδε πάντα γένοντο. 5.10 ὡς τοίνυν περὶ τοῦ πατρὸς Παῦλος Ῥωμαίοις, Γαλάταις καὶ Τιμοθέῳ γέγραφεν· «εἷς ὁ θεὸς,» οὕτω περὶ μὲν τοῦ υἱοῦ Ἰωάννης εἶπεν· «ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός.» περὶ δὲ τοῦ ἁγίου πνεύματος Παῦλος Κορινθίοις ἐδίδαξεν· «ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι·» τὸ γὰρ ἑνιαῖον τῆς θείας καὶ ἀπληθύντου φύσεως ἴδιον. καὶ καθὰ ἐγράφη, ὅτι ὁ υἱὸς ἐγεννήθη, καὶ μαρτυρῶν λέγει· «ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον·» οὕτως ἐγράφη, καὶ ὁ αὐτὸς εἶπεν· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται,» ἤγουν ἐξεπορεύθη. 5.11 καὶ ὥσπερ ὁ υἱὸς θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ καὶ κυρίου ἐστὶν υἱός· οὕτω τὸ ἅγιον πνεῦμα, θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ καὶ κυρίου ἐστὶν πνεῦμα. καὶ ὃν τρόπον λόγος γέγραπται ὁ υἱὸς διὰ τὸ συνυπάρχειν τῷ πατρί, τὸν αὐτὸν τρόπον καὶ τὸ ἅγιον πνεῦμα γέγραπται «ῥῆμα τοῦ θεοῦ» καὶ «πνεῦμα τοῦ στόματος» αὐτοῦ καὶ «πνοὴ παντοκράτορος», ἐπειδὴ συνυφεστὼς ἐξέλαμψεν ἐξ αὐτοῦ· ἵνα μὴ ἔξωθεν αὐτὸ τῆς θεότητος τοῦ πατρὸς ἢ τοῦ λόγου αὐτοῦ εἶναί τις ὑπολάβῃ. ἴδιον γὰρ τὸ ῥῆμα τοῦ λόγου, καὶ ὁ λόγος τοῦ νοῦ· καὶ πληροῦται τό· «ὁ εἷς θεὸς καὶ πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.» 5.12 καὶ καθὰ ὁ υἱὸς δείκνυται ἀπαράλλακτος τοῦ πατρός, ᾖ γράφει· «ὁ ἑορακὼς ἐμὲ ἑόρακε τὸν πατέρα·» ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα δι' ὧν φάσκει· «ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ θεός, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.» ἀνάγκη οὖν πᾶσα, θεοῦ ἀληθινοῦ ὄντος τοῦ πατρός, θεὸν ἀληθινὸν εἶναι ἴσον 52 αὐτῷ καὶ τὸν δεικνύντα αὐτὸν τῇ ἑαυτοῦ ἐμφανείᾳ. 5.13 καὶ ὥσπερ διὰ τοῦ υἱοῦ πάντα ἐγένετο, οὕτως ὑπὸ τοῦ πνεύματος πάντα ἡγιάσθη καὶ ἐδυναμώθη. φασὶν γὰρ οἱ ἀπόστολοι· «δέσποτα, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασ σαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ πνεύματος ἁγίου, στόματος δὲ ∆αυὶδ παιδός σου εἰκών.» καὶ καθὰ ἰσοδύναμος καὶ ὅμοιος ὁ μονογενὴς τῷ πατρὶ καὶ ἐξουσιαστὴς σημαίνεται κατὰ τό· «ὅσα ἂν ποιῇ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ» ὡσαύτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ κατὰ τό· «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.» 5.14 καὶ ὥσπερ περὶ ἑαυτοῦ εἶπεν ὁ Χριστός· «οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς,» οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος τὸ ὅμοιον εἴρηται, ὅτι· «τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.» καὶ ὃν τρόπον ὁ υἱὸς τὸ ἀγγελτικόν, «μεγάλης βουλῆς ἄγγελος» ἐκλήθη· οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος· φησὶν γάρ· «ἀλλὰ ἐλάβομεν τὸ πνεῦμα τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν.» 5.15 καὶ ὁμοιότατον τῷ· «ἀπαρχὴ Χριστός,» τὸ λέγον ῥητόν· «καὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες.» καὶ ἰσοπαλὲς τῷ· «ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν ἀπολυτρώσεως,» τό· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.» καὶ ἰσόρροπον τῷ εἰπεῖν· «ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι ἐν ἐμοὶ τὸν Χριστὸν αὐτοῦ,» τό· «ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ.» 5.16 καὶ ἰσοδύναμον τῷ εἰπεῖν· «ἑαυτοὺς δοκιμάζετε, εἰ ὁ Χριστὸς ἐν ὑμῖν,» τὸ φάναι· «ἡμεῖς δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ.» καὶ ἴσον τό· «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;» τῷ ὑπὸ Ἰωάννου γραφέντι· «ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ὑμῖν μένει. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν,» καὶ τῷ· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» 5.17 καὶ ὥσπερ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα δίδοται κατὰ τό· «ἐκχεῶ ἀπὸ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» καὶ κατὰ τό· «λάβετε πνεῦμα ἅγιον·» οὕτως διὰ τοῦ ἁγίου πνεύματος ὁ Χριστὸς κατὰ τὸν Παῦλον Ἐφεσίοις γράφοντα· «ἵνα δῷ ὑμῖν,
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.