De trinitate · §u15-rem-mid

Unit 15 rem mid

Rem mid: Unit 15; lemma continues; reading with the letter.

Greek

καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐ τῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.» τουτέστιν· ἡ τοῦ ἁγίου πνεύματος ἔκχυσις, ὡς ἄν τις εἴποι, ἡ ἀκατάσχετος καὶ ἄφθονος ἐπιφοίτησις αὐτοῦ, αἰτία προφητείας καὶ ἀνακαινισμοῦ καὶ οὐρανίων ἀγαθῶν καὶ τοῦ κατανοεῖν τὸ κάλλος τῆς θεϊκῆς ἀληθείας ἐστίν. ὡς γὰρ τῷ ἀποστόλῳ δοκεῖ· «ὁ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη ἐστίν.» ὅθεν καὶ πάλιν γράφει· «ἡ γὰρ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν ἐν πνεύ ματι ἁγίῳ.» μιᾶς γοῦν οὔσης ἀγαθότητος τῆς ἐν ἑνάδι τριάδος, πολλαὶ ἡμῖν ἀποτίκτονται ἀγαθότητος· ὥσπερ ἀληθείας καὶ δικαιοσύνης καὶ σοφίας μιᾶς οὔσης τῆς ἄνω φημί κατὰ τό· «δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου,» ἥτις ἐστὶν ὁ μονογενὴς θεός καὶ κατὰ τό· «μόνῳ σοφῷ θεῷ» πολλαὶ πληθύνονται ἡμῖν ἄνωθεν ἀλήθειαι καὶ δικαιοσύναι καὶ σοφίαι κατὰ τό· «ἀληθείας ἐκζητεῖ κύριος,» καί· «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν», καί· «πλῆθος σοφῶν, σωτηρία κόσμου», καί· «συμπορευόμενος σοφοῖς, σοφὸς ἔσῃ.» σαφὲς οὖν, ὡς πνεῦμα τοῦ θεοῦ τῇ ὑπάρξει αὐτῇ πνεῦμα ἀγαθὸν καὶ πνεῦμα σοφίας καὶ ἀληθείας καὶ πνεῦμα τοῦ ἀοράτου καὶ ἀσυνθέτου θεοῦ καὶ πατρὸς καθέστηκεν. 6.9ν ὅτι φιλάνθρωπον ἡ κτίσις οὐ γέγραπται φιλάνθρωπος· ἴδιον γὰρ τοῦτο κυρίως μόνης τῆς ὁμοουσίου τριάδος. φιλάνθρωπος γὰρ ὁ πατήρ· «οὐχ ἕως τέλους ἡμῖν ὀργιζόμενος, οὐδ' εἰς τὸν αἰῶνα μηνιῶν, οὐδὲ ποιῶν ἡμῖν πρὸς τὰς ἁμαρτίας, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταποδιδούς,» κατὰ τὸν ρβʹ ψαλμόν· καὶ ὡς Σολομὼν λέγει· «φείδῃ δὲ πάντων, ὅτι πάντα σά ἐστιν, δέσποτα φιλόψυχε,» καθὰ εἴρηται· ὡς καὶ διὰ ταῦτα καλεῖσθαι ἡμῶν δεσπότην τε καὶ πατέρα, τῆς κηδεμονίας αὐτοῦ τῇ δυνάμει κεκραμένης. τῷ θεῷ γὰρ οὐκ ἔστιν πρόσρησις οἰκειοτέρα τῆς πατρὸς καὶ φιλανθρώπου καὶ ἀγαθοῦ καὶ ἁγίου. φιλάνθρωπος ὁ υἱὸς, ὅς γε δι' ἡμᾶς, τὰ ἔργα τῶν σεπτῶν αὐτοῦ καὶ νοητῶν χειρῶν· «ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών·» καθὰ Τίτῳ γράφει ὁ ἀπόστολος· «ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐπ εφάνη.» καὶ ὅστις ἂν ἀπονείμῃ αὐτῷ, ὅσα πρέπει μονογενεῖ θεῷ, λαβὼν πλέον ὧν ἤλπισεν, ἀπέρχεται. φιλάνθρωπον τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ κατὰ τὴν Σοφίαν, οὕτω λέγουσαν· «φιλάνθρωπον γὰρ πνεῦμα σοφίας, καὶ οὐκ ἀθωώσει δίκαιον.» οὐ γὰρ παρεῖδεν ἀπολλυμένην τὴν ἀνθρωπείαν φύσιν· ἀλλ' ἐφοίτησεν δι' ἑαυτοῦ ὁδηγῆσαν, διδάξαν πᾶσαν ἀλήθειαν, ἀνακαινίσαν ἡμᾶς, καὶ τὰ θεϊκὰ χαρίσματα δωρησάμενον, καὶ τοσαύτην τοῦ κατ' εἰκόνα θέμενον ἀνέκαθεν φροντίδα, ὥστε εἰς γνώρισμα τῆς ὑπερφυοῦς αὐτοῦ ἀγαθότητος καὶ ταύτην ἔχειν τὴν προσηγορίαν. μεγάλα μὲν γὰρ στοιχεῖα οὐρανός, γῆ, θάλασσα· μεγάλη δὲ λογικὴ κτίσις, ἡ ἀγγέλων καὶ πάσης ὑπερκοσμίου δυνάμεως· ἀλλ' οὐκ ἀφ' ἑνὸς τούτων ἠξίωσεν, ἐκ δὲ τῆς πρὸς τὸν ἄνθρωπον ἀγαθότητος ἔχει ὄνομα τὸ φιλάνθρωπον ἡ τριάς. 6.10ν ὅτι φύσει ἐλεύθερον καὶ οὐ δοῦλον· καὶ ὡς θεὸς καὶ κύριος ἐλευθεροῖ καὶ υἱοὺς ποιεῖ. ἡ κτίσις δούλη τοῦ τεχνησαμένου αὐτὴν δεσπότου καθέστηκεν, ἐλευθερίαν, ἣ ἀφ' ἑαυτῆς μὴ κέκτηται, οὔτε ἑαυτῇ οὔτ' ἄλλοις παρέχειν δυναμένη. φησὶν γὰρ ἡ προφητεία· «τὰ σύμπαντα δοῦλά σα.» τὸ δὲ ἅγιον πνεῦμα μονονουχὶ δοῦλον οὐ γέγραπται, ἀλλὰ καὶ 62 ὡς δεσπότης καὶ φύσει ἐλεύθερον, ἔνθα ἐστὶν καὶ οἷς ἐπιφοιτᾷ, ἐλευθερίαν, ἣν ἔχει, παρέχει. τὰ γὰρ ποιήματα μόνα τῷ τῆς δουλείας ὑπάγεται ζυγῷ· τὸ δὲ μὴ δοῦλον, οὐδὲ ποίημα· τὸ δὲ μὴ ποίημα, φύσει θεός· μάρτυς δὲ τούτων πιστὸς ὁ ἀπόστολος, γράφων Κορινθίοις μὲν ἐν τῇ δευτέρα ἐπιστολῇ· «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευ θερία,» Τιμοθέῳ δέ· «οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ,» Ῥωμαίοις δέ· «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ πνεῦμα υἱο θεσίας, ἐν ᾧ κράζομεν· ἀββά, ὁ πατήρ,» Γαλάταις δέ· «ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· ἀββά, ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός.» καθάπερ οὖν ἠλευθερώθημεν παρὰ τοῦ υἱοῦ ἀκούσαντες· «οὐκέτι εἶ δοῦλος, ἀλλ' ἐλεύθερος,» καί· «τῇ ἐλευθερίᾳ, ᾗ ὁ υἱὸς ὑμᾶς ἠλευθέρωσεν·» οὕτω διὰ τὸ ταὐτὸν τῆς οὐσίας καὶ δεσποτείας ὑπὸ τοῦ πνεύματος ἠλευθερούμεθα διὰ τοῦ μνημονευθέντος ῥήματος· «οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία.» 6.11ν ὅτι ἐπιτάσσει, οὐχ ὑπουργεῖ ἡ κτίσις, ἤ τε νοερὰ καὶ αἰσθητή, ὑπουργεῖ, οὐκ ἐπιτάττει ἀφ' ἑαυτῆς· ὡς περὶ τῶν ἀγγέλων λέγει· «δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.