Unit 19 rem early
Rem early: Unit 19; lemma and argument toward the thesis.
Greek
ἀρεσκούσας καὶ ἡμᾶς εὐεργετούσας· ἔπειτα καὶ ὑμῖν· καὶ τοσούτῳ «ἔπειτα», ὅσῳ πρέπει μετὰ τὴν ἄκτιστον κτιστῆς εὐπρεπῶς μνημονεύειν φύσεως τάξαντας· ἱκετεύσατε ἰδικῶς ὑπὲρ ἐμοῦ καὶ τῶν ἐξ ἐμοῦ καὶ σὺν ἐμοὶ καὶ πάντων τούτου γὰρ 77 πλέον παρέχειν ἡμῖν οὐκ ἐπετράπητε, τήν τε ἐπὶ τούτῳ γνώμην διατηρηθῆναί μοι ἀκίνητον, τήν τε εὐχὴν ἐπ' ἄπειρον κατορθοῦσα ἀγαθωτάτη καὶ αὐτοτελὴς καὶ ἀδιαίρετος τρίας, προσδεχθῆναι· καὶ καταξιωθῆναι ἡμᾶς παντεκνεὶ, πανοικεὶ, παγγενεὶ καὶ παμφιλεὶ φίλοι δὲ ἡμῖν οἱ ὀρθόδοξοι σὺν ὑμῖν τε καὶ πᾶσιν τοῖς ἁγίοις ἁγιοτρισσολογῆσαι αὐτὴν ἐν οὐρανοῖς εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων καὶ τῆς ἐπηγγελμένης καὶ πρὸς ἡμῶν πιστευομένης ἀτελευτήτου καὶ ἀδιαιρέτου αὐτῆς βασιλείας χάριν αὐτῆς τυχεῖν. ἀμήν, ἀμήν, ἀμήν. 7.9ν ὅτι σὺν τῷ Χριστῷ κρίνειν μέλλει τὰ πάντα ἀλλ' ὥρα γὰρ εἰς τὴν ἀρχθεῖσαν ὑπόθεσιν αὖθις οὖν τείνεσθαι, ὅτι σὺν τῷ Χριστῷ, ἅτε θεὸς καὶ δημιουργός, τὸ ἅγιον πνεῦμα κρίνειν μέλλει τὰ πάντα. τίνος γὰρ καὶ ἔστιν κρίναι ἢ τοῦ κοινωνίαν ἔχοντος πρὸς τὸν ποιήσαντα αὐτά, θεότητος καὶ βασιλείας; ὡς προφητεύει Ἠσαῖας μέν· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἀλλὰ κρινεῖ τα πεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ὑπερηφάνους καὶ ἐξελεῖται τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐ τοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς.» ῥάβδον καὶ ἄνθος ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγει τὸν ἐξ αὐτῆς ἐν τῇ ἐνανθρωπήσει βλαστήσαντα καὶ τῇ ἑαυτοῦ εὐωδίᾳ τὴν ὑφήλιον ῥώσαντα, ἐφ' ὃν εἴδομεν ἐν εὐαγγελίοις ἀναπαυσάμενον τὸ ἅγιον πνεῦμα, κριτὴν δὲ αὐτὸν σὺν τῷ ἁγίῳ πνεύματι ἐν τῇ
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.