Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
σταυρῷ τοῦ κυρίου Ἰησοῦ”. (Cr 158, 4-13) Τὸ μὲν οὖν προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα φησὶ ἀντὶ τοῦ προεγνωσμένοι. (Ma 235) Τουτέστι προεγνωσμένοι, ὥσπερ ἀμέλει καὶ τὰ κατὰ τὸν Ἰούδαν προεγράφη. (Cr 154, 23f) 95 Νεφέλας οὖν ἀνύδρους ἐκάλεσε διὰ τὸ μὴ ἔχειν τὸν ἀρδεύοντα ταῖς φιλοθέοις ψυχαῖς τοῦ πνεύματος λόγον τὸν γινόμενον αὐταῖς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. (Ma 242) Τοῦτό φησι, ἐπειδὴ πάλιν οἱ δίκαιοι προσποιούμενοι ἐλαίαις ἑαυτοὺς εὐσκίοις καὶ μὴν καὶ ἀμπέλοις καρποφόροις παρέβαλον· λέγει οὖν, ὡς ἄκαρποί τινές εἰσι καὶ φθινοπωρινοί, τουτέστι καὶ φύλλων καὶ καρπῶν ἔρημοι. (Cr 166, 20-24Ma 242) Βίῳ ἀσελγεῖ καὶ ἀσεβείᾳ θανατώσαντες τὴν ψυχὴν καὶ δόγμασι πονηροῖς· ἢ οὕτως· ἐπειδὴ πρὸ τῆς πίστεως ἐτεθνήκεσαν ἀσεβείᾳ, εἶτα προσελθόντες τῷ εὐαγγελίῳ ἔζησαν, πάλιν δὲ ἀσεβείᾳ καὶ ἡδονῇ ἐκδόντες ἑαυτοὺς τεθνήκασι· ταύτῃ τοι τεθνηκέναι δὶς αὐτούς φησι. (̣Cr 166, 29-167, 2 Ma 242f) 96.10 Εἰ καὶ μιμούμενοι τὸν ἑαυτῶν ἀρχηγὸν Σατανᾶν κατασχηματιζόμενον εἰς ἄγγελον φωτὸς καὶ αὐτοὶ μετασχηματίζεσθαι θέλουσιν εἰς διδασκάλους ἀληθείας, περὶ ὧν εἴρηται· “ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες”· ἀλλ' οὖν πλανῶντές εἰσι παραχαράττοντες τὴν ἀλήθειαν ἀσελγείαις δυσφημιῶν καὶ ὕστερον γνόφῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπερ ἐστὶ τὸ σκότος ἐξώτερον, κολασθήσονται, ὅπερ ἡτοίμασται τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (Cr 167, 18-25 Ma 242) 11
About this text
Didymus the Blind, In epistulas catholicas brevis enarratio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In epistulas catholicas brevis enarratio — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.