Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; reading with the letter.
Greek
τέ ἐστι τὸ μέγεθος οὗ ἠρνήσαντο δεσπότου, δηλώσας, ὅτι αὐτός ἐστιν ὁ ἐξαγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου, ὡς καὶ σωτηρίαν αὐτοῖς ὀρέξαι· ἀλλ' ἐπεὶ τρεπτοὶ καὶ παλίμβολοι ἐτύγχανόν τινες αὐτῶν φέροντες ἔτι ἣν ἔσχον ἐν Αἰγύπτῳ βλάβην, ἀπώλεσεν αὐτοὺς ἀπιστήσαντας ἐν τῇ ἐρήμῳ καίτοι σωθέντας διὰ πίστεως ἐξ Αἰγύπτου· μήποτε οὖν οὗτοί εἰσιν οἱ τῆς θείας διδασκαλίας ὑποκριταὶ οἱ προιστάμενοι τῆς αἱρέσεως τῶν Νικολαϊτῶν οὐδὲν εἶδος ἀκολασίας παρορώντων. (Cr 157, 12-28 Ma 235) 10 90 Αἰσχρὰ γὰρ καὶ λίαν αἰσχρὰ ἐπιτελοῦσι δῆθεν μυστικῶς καὶ οἱ ἀπὸ Σίμωνος τοῦ μάγου· πρὸς τούτοις καὶ οἱ ἀπὸ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Σηθιανοί. (Cr 157, 28-31 Ma 235) Καὶ ἐπεὶ προφάσει θρησκείας πράττουσι τὰ αἰσχρά, εἰς ἀσέλγειαν μετατιθέναι αὐτοὺς εἶπε τὴν χάριν τοῦ κυρίου, δι' ἧς ἀσελγείας καὶ τῶν ἔργων αὐτῆς ἀρνοῦνται τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν. (Cr 157, 31158, 3 Ma 235) Εἴρηται γοῦν πρὸ τούτων περὶ αὐτοῦ, ὡς εἴη ἀληθινὸς θεὸς οὗτος ὁ μόνος δεσπότης καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ ἀναγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως· ἕπεται μὴ ἕτερον εἶναι θεὸν τὸν Μωσέως· οὐδὲ γάρ ἐστιν ἄλλος παρὰ τὴν 91 τριάδα· ὅθεν αὐτῷ διακονῶν φαίνεται Μωσῆς κατὰ τό· “ἐκεῖνος περὶ ἐμοῦ ἔγραψε”· καὶ τό· “ὃν ἔγραψε Μωσῆς, εὑρήκαμεν Ἰησοῦν”· διὸ καὶ προθεωρήσας πνευματικῶς τὸν σταυρὸν μέγιστον πλοῦτον ἔχειν ἡγήσατο τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ οὐχ ἑτέρως τοῦ λέγοντος· “ἐμοὶ εἴη καυχᾶσθαι ἐν τῷ
About this text
Didymus the Blind, In epistulas catholicas brevis enarratio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In epistulas catholicas brevis enarratio — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.