Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἑπομένοις δείξει. ἀμέλει γοῦν χάριν ὁμολογεῖ τῷ θεῷ ἐπὶ τῇ μεταβάσει, ὡς ἑξῆς ἐπιφέρων ἐρεῖ. ἐπίστησον δὲ τί βούλεται· θύρας μοι ἀνεῳγμένης μεγάλης ἐν κυρίῳ· τάχα γὰρ ἀνοίγεται θύρα τοῦ λόγου πρὸς τοῦ κυρίου τοῖς ἐξ ἐπινοίας θείας δεχομένοις τὸ λέγειν, ἀλλ' οὐκ ἐξ ἀνθρωπίνης τέχνης παρασκευὴν ἔχουσιν. λέγει γοῦν θεός· πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό. καὶ ὁ σοφὸς κέκραγεν· ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, τοῦτ' ἔστι παρεσκευασμένος ἔσω πόθῳ καὶ προθυμίᾳ πρὸς τὸ λαβεῖν ἐκ θεοῦ διδασκαλίαν. τάχα δὲ ἀνοίγνυται θύρα τοῦ λόγου, καὶ ὅταν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς παραδοχὴν τῆς παιδεύσεως ὦσιν. 2 Kor 2,14-16 ∆ιὰ τοῦτο, φησί, φανεροῖ ὁ θεὸς δι' ἡμῶν τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, ἐπείπερ Χριστοῦ εὐωδία ἐσμέν· ὡς γὰρ φωτὸς αὐτοῦ τυγχάνοντος οἱ μέτοχοι φῶς εἰσι τοῦ κόσμου, οὕτω καὶ μύρου ὄντος οἱ ἑνούμενοι αὐτῷ εὐωδία αὐτοῦ εἰσιν. αὕτη δὲ ἡ εὐώδης πνοή, τοῖς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωὴν ὑπάρχει. ἀλλ' οὐκ αἰτιατέον εἰ γίνεται ἡ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον· παρὰ γὰρ τὴν πρόφασιν τῶν οἷς συμβεβήκει τοῦτο γίνεται, ὥσπερ καὶ ἡ ὑγιεινὴ τροφὴ βλάπτειν δοκεῖ τοὺς νοσοῦντας ἀκαίρως προσφερομένη. ὅσοι γὰρ ὑπὸ θάνατον ὄντες τὸν ἐπιγινόμενον τῇ ἁμαρτίᾳ δέχονται οὐκ ὀρθῇ γνώμῃ τὴν θείαν γνῶσιν, ἐκ θανάτου πρακτικῶν ἁμαρτημάτων ἐπὶ θάνατον τὸν ἀκολουθοῦντα τοῖς ἀσεβέσι φρονήμασιν ἔρχονται, ὥσπερ τοὺς παραδεχομένους αὐτὴν μετὰ πράξεων ζωοποιῶν ἐκ ζωῆς εἰς ζωὴν φέρει· ὡς γὰρ τὸ αἰσθητὸν μύρον πρὸς ὑγείαν καὶ εὐεξίαν συμβαλλόμενον βλάπτει τὰ ἔντομα ζῶα οὐ φέροντα αὐτοῦ τὴν ἀκροτάτην πνοήν, οὕτως ἡ θεία εὐωδία ὠφελεῖ καὶ εἰς ὑγείαν ἄγει, μᾶλλον δὲ ζωήν, τοὺς τηροῦντας τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ–οὗτοι γὰρ ἀληθῶς ἄνθρωποί εἰσιν–βλαπτομένων ἐξ αὐτῆς τῶν κατὰ τὸν ἔσω ἄνθρωπον μεταβαλλόντων, ὡς καλεῖσθαι ἀλληγορικῶς μυίας σαπριούσας σκευασίαν ἐλαίου ἡδύσματος κατὰ τὸν Ἐκκλησιαστικήν. 2 Kor 2,17 Οὐ προσεκτέον τοῖς ἀπὸ τῶν ἑτεροδόξων λέγουσιν, ὅτι οἱ ἀπόστολοι ἐν Χριστῷ διδάσκοντες κατεναντίον τοῦ θεοῦ τοῦ ἑτέρου παρὰ τὸν πατέρα τοῦ σωτῆρος, τοῦτ' ἔστιν ἐναντία αὐτῷ φθεγγόμεθα. πολλοὺς δὲ λέγει τοὺς ἀπατῶντας διὰ τὸ χυδαῖον. καὶ γὰρ αὕτη ἡ φωνή, λέγω δὲ οἱ πολλοί, ὁμώνυμος οὖσα σημαίνει πλείονα· λέγεται γάρ ποτε ἀντὶ τοῦ “τινές”, ὡς ὅταν ὁ κύριος λέγῃ· πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἀλλὰ καὶ ἀντὶ τῶν πρὸς ὀλίγους διαστελλομένων, ὡς ἐν τῷ πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. δηλοῖ ἡ λέξις καὶ τοὺς πάντας, ὡς ἐν τῷ ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ 21 ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· πάντες γὰρ 4 ἄνθρωποι παρακούσαντος τοῦ Ἀδὰμ ὑπὸ ἁμαρτίαν εἰσίν. δηλοῖ δὲ καὶ τοὺς χυδαίους, ὡς ἐν τῷ προκειμένῳ καὶ τῷ μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί· σημαίνει δὲ καὶ τοὺς ὅπως ποτὲ πλείονας ὄντας, καθάπερ ἐν τῷ πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ, καὶ πολλοὶ λέγουσι τῇ ψυχῇ μου. ἐν τῇ ἐκκειμένῃ φωνῇ τῇ οὔκ ἐσμεν ὥς τινες καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, τοῦτ' ἔστιν ἐξυδαροῦντες αὐτὸν διὰ ψυχρολογίας καὶ μωρᾶς ἐξηγήσεως, ἀλλ' ὡς ἐξ εἰλικρινείας ἀδόλως καὶ καθαρῶς αὐτὸν προσφερόμεθα. 2 Kor 3,1-3 Ἐπιπλήττει ἠρέμα Κορινθίοις ὡς ἔτι ἀγνοοῦσι τὸ ἀποστολικὸν μέγεθος, φάσκων· ὡς ἐξ εἰλικρινείας ἐκ θεοῦ κατέναντι θεοῦ λαλοῦντες δοκῶμεν καὶ ὑμῖν πεφανερῶσθαι ὡς οὕτως ἔχομεν γνώμης, εἰ μὴ ἄρα οὕτως διάγετε ὡς δεῖσθαι συνιστάσης ὑμᾶς ἐπιστολῆς πρὸς ὑμᾶς. οὕτω δὲ φανερὰ τὰ καθ' ἡμᾶς ἐστιν, ὡς μήτε ὑμᾶς συνιστᾶν [ὑμᾶς] ἄλλοις, μηδὲ ἑτέρους ὑμῖν· καὶ γὰρ αὐτοὶ ὑμεῖς ἐπιστολή ἐστε Χριστοῦ ὑφ' ἡμῶν διακονηθεῖσα, πραγματικῶς γεγραμμένη πνεύματι θεοῦ ζῶντος ἀλλ' οὐ μέλανι. λόγοι μὲν γὰρ χαράττονται μέλανι, πραγματικὸς δὲ καὶ θεωρητικὸς βίος πνεύματι θεοῦ ζῶντος χαρακτηρίζεται, ὡς τὸν οὕτω γραφέντα ζῆν κατὰ θεὸν πνεύματι· οἱ γὰρ ἠλίθιοι τὰς ψυχὰς ὡς πλάκες λίθιναι δέχονται ἐκ μέλανος τοὺς τύπους, οἱ δὲ εὔεικτοι πρὸς συγκατάθεσιν τῶν θείων ἐν καρδίαις σαρκίναις, τοῦτ' ἔστιν αἰσθητικαῖς, δέχονται γραφὴν τὴν ἐκ ζῶντος θεοῦ πνεύματος· ἀπογράφονται γὰρ τὴν παίδευσιν τρισσῶς ἐπὶ τὸ πλάτος τῆς καρδίας, ἅτε τοῦ θεοῦ διδόντος νόμους ἐν τῇ διανοίᾳ, ἐν τῷ ἐπιγράφειν αὐτοὺς ἐπὶ τὸ πλάτος τῆς καρδίας. 2 Kor 3,4-6 Μή τις οἰέσθω βλακεύεσθαι ἡμᾶς ἐφ' ἑαυτοῖς λέγοντας· ὡς ἐξ εἰλικρινείας κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν· οὕτω γὰρ περὶ ἑαυτῶν διακείμεθα
About this text
Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.