Fragmenta in epistulam ii ad Corinthios Unit 2 opening
Unit 2.
Lemma-led open — ὡς θεὸς ἡμᾶς ἱκανοὺς πρὸς διακονίαν τοῦ λόγου καλέσας ἐποίησεν, οὐκ ἔχοντας ἐξ αὑτῶν τὸ λο
Greek
ὡς θεὸς ἡμᾶς ἱκανοὺς πρὸς διακονίαν τοῦ λόγου καλέσας ἐποίησεν, οὐκ ἔχοντας ἐξ αὑτῶν τὸ λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν κατὰ θείαν ἐπιστήμην· αὐτὸς γὰρ ὁ δοὺς διακονεῖν ἡμῖν τὴν καινὴν διαθήκην, τὴν πεποίθησιν τὴν πρὸς τὸ λέγειν ὤρεξεν. ἔστι δὲ ἣν ἐπιστεύθημεν διακονίαν πνεύματος ἀλλ' οὐ γράμματος–ἀποκτέννει μὲν γὰρ τὸ γράμμα, ζωοποιεῖ δὲ τὸ πνεῦμα–τῆς τοῦ ζωοποιοῦντος πνεύματος ἡ διαθήκη καινή, οὐ παλαιουμένη· οὐ γὰρ ἐπιγίνεται διδασκαλία ἄλλη μετ' 22 αὐτὴν ἐν τῷ βίῳ τούτῳ· ἀδιάδοχος γάρ ἐστιν. χρῶνται δὲ καὶ τῇ λέξει ταύτῃ πρὸς διαβολὴν τῆς παλαιᾶς διαθήκης οἱ ἑτερόδοξοι, φάσκοντες ἐκείνην μὲν τὴν γραφὴν θανατοῦν, ζωοποιεῖν δὲ τὴν καινὴν ὡς οὖσαν τοῦ ζωοποιοῦντος πνεύματος· διὸ ἐλεγκτέον αὐτοὺς πολὺ μακρὰν ὄντας τῆς ἀποστολικῆς διανοίας. εἰ γὰρ καὶ ἀποκτέννει τὸ γράμμα, ἀλλ' οὖν ἐπαινετὸν ἐπιφέρει θάνατον τοῖς ἀναιρουμένοις· ζῶντες γὰρ τῇ ἀγνοίᾳ καὶ τῇ κακίᾳ πρὸ παραδοχῆς τῆς νομικῆς διδασκαλίας, μετὰ τὸ παραδέξασθαι αὐτὴν θανατοῦνται ἀποβάλλοντες ἣν εἶχον πονηρὰν ζωήν. οὕτω γὰρ ἕτοιμοι πρὸς τὸ δέξασθαι τὴν τοῦ πνεύματος ζωοποίησιν ἔσονται, οἷον· ὁ ὢν ἐν κακῷ ζῇ κατ' αὐτὸ, ὁ ἐκκλίνας ἀπ' αὐτοῦ ἀποβάλλει ἣν εἶχε κατ' αὐτὸ ζωήν, ἐλευσόμενος διὰ τῆς τοῦ ἀγαθοῦ ποιήσεως ἐπὶ τὸ μακαρίως ζῆν· ὡς γὰρ τὸ κακὸν καὶ ἀγαθὸν ἀσυνύπαρκτα, οὕτω καὶ αἱ ἑκάτεραι ζωαὶ ἅμα εἶναι οὐ δύνανται. οὐ ψέγεται τοιγαροῦν τὸ γράμμα τέλος ἐπιβαλὸν τῇ φαύλῃ ζωῇ· προσάξει γὰρ εὐθέως τῇ κατὰ τὸ πνεῦμα ζωοποιήσει. 2 Kor 3,7-16 Συγκρίνει ἀμφοτέρας τὰς διαθήκας, τὴν καινὴν καὶ παλαιάν, ἑκατέρᾳ μαρτυρῶν τὸ ἐν δόξῃ τῇ ἐκ θεοῦ δεδόσθαι. ὅμως δὲ εἰ καὶ ἀμφότεραι δεδοξασμέναι, ἡ ἐν πνεύματι πλείονα δόξαν ἔχει. εἰ δὲ ἐκ συγκρίσεως πλείων ἡ τοῦ πνεύματος δόξα, οὐ ψεκτὴ πρὸς ἣν συγκρίνεται· ἀγαθοῦ γὰρ ἀγαθὸν μᾶλλον ἀγαθόν. διακονία γὰρ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἡ διὰ Μωϋσέως ἐστίν, διακονοῦσα θάνατον ὃν εἴπομεν ἐπιφέρειν τὸ γράμμα. ὥσπερ οὖν ἐκείνη τοῦ λεχθέντος θανάτου ποιητική, οὕτω τῆς μετὰ τὸν θάνατον ἐκεῖνον ζωῆς 5 πάροχος ἡ τοῦ πνεύματος διακονία. πειρᾶται δὲ ἀπόδειξιν ἐπαγαγεῖν τοῦ ἐν δόξῃ εἶναι τὴν τοῦ πνεύματος διακονίαν, ἐκ τοῦ ἐλάττονος ποιούμενος τὴν ἐπιχείρησιν· φησὶ γάρ· εἰ ἡ τῆς κατακρίσεως διακονία τοσαύτην ἔσχε δόξαν ὡς μὴ πάντας τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν τελείωσιν βλέψαι δύνασθαι–μόγις γὰρ κεκαλυμμένην αὐτὴν ἔφερον–, πόσῳ μᾶλλον ἡ πνευματικὴ διακονία ἔσται ἐκ δόξῃ; τοῦ αὐτοῦ θεωρήματος καὶ ἑτέραν ἐπιχείρησιν ποιεῖται φάσκων· ἡ προτέρα γραφὴ κατακρίνουσα τοὺς ἀξίους ἧς εἶχον κατὰ ἁμαρτίαν ζωῆς ὡς τὸν εἰρημένον ἐνεγκεῖν θάνατον, μέχρι καιροῦ τινος δέδοται· διαδέχεται γὰρ αὐτὴν ἡ εὐαγγελικὴ διδασκαλία αὕτη ἀδιάδοχος οὖσα. εἰ τοίνυν τὸ καταργούμενον τὸ τέλος ἔχει ἐν δόξῃ, πολλῷ πλέον τὸ μένον πλείονα δόξαν ἔχει· ἡ καταργεῖται λέξις οὐ λοιδορικῶς κεῖται. ἀμέλει γοῦν καὶ ἡ ἐκ μέρους τῶν ἁγίων γνῶσις καὶ προφητεία καταργηθήσεται, οὐ καθάπαξ ἀλλὰ παρουσίᾳ τῆς γνώσεως τῆς ἀληθείας. καὶ ὥσπερ εἰ λέγοιμεν καταργεῖσθαι τὴν εἰσαγωγικὴν διδασκαλίαν ἐξ ἐπιστήμης τῶν τελείων θεωρημάτων, οὐχ 23 ὑβριστικῶς φαμεν· δηλῶσαι γὰρ διὰ τῆς λέξεως προτιθεμένης χρείας τῆς πρὸς τὸν εἰσαγόμενον Παῦλον. τοιγαροῦν τοιαύτην πεποίθησιν ἔχοντες, ὡς διάκονοι καινῆς διαθήκης τεθειμένοι, ἀνεγκαλύπτως τὴν διδασκαλίαν προφέροντες πολλῇ παρρησίᾳ χρώμεθα, τελείων ὄντες ἀκροατῶν διδάσκαλοι, ἐπείπερ ἣν προφερόμεθα παίδευσιν οὐκ ἔξωθεν δέεται δόξης, σύμφυτον αὐτὴν ἔχουσα. Μωϋσῆς μὲν γὰρ κάλυμμα ἐπὶ τὸ πρόσωπον ἔφερε τοῖς πολλοῖς τοῦ λαοῦ ὁμιλῶν· οὐ γὰρ ἔφερον τὸ μεγαλοφυὲς τῆς διδασκαλίας. ἀμέλει γοῦν τοῖς πρεσβυτέροις καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ καὶ εἴ τις κατ' ἐκείνους διαλεγόμενος γυμνὴν ἐπεδείκνυτο τὴν δόξαν. ἐγίνετο δὲ καὶ τοῦτο ὡς καὶ
About this text
Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.