Fragmenta in epistulam ii ad Corinthios · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

πλείονα ἄλλα συμβολικῶς ὑπὸ Μωϋσέως· ὁ γὰρ ἀνὴρ οὗτος τοῦ νόμου φέρει τὸ πρόσωπον, καὶ ἐπεὶ ὁ νόμος πρὸς διάνοιαν καὶ ῥητόν ἐστιν εἰρημένος τοῖς κατὰ γράμμα καὶ λέξιν μόνον προσβαλεῖν δυναμένοις, κεκαλυμμένος σκιᾷ καὶ ἱστορίαις προσέρχεται τοῖς ὑπεραναβεβηκόσιν, τὰ κατ' ἀλληγορίαν πνευματικὴν ἄνευ καλύμματος παραδιδούς. κἂν τοίνυν κεκάλυπται Μωϋσῆς τισιν, οὐκ αὐτοῦ ἀλλὰ τῶν μὴ δυναμένων ἄνευ καλύμματος τὴν δόξαν αὐτοῦ ὁρᾶν τὸ ἔγκλημα, ἐπεὶ καὶ τῷ Ἰησοῦ ἐγκλητέον τὰ μυστήρια μὴ πᾶσι φανεροῦντι· τοῖς γὰρ ἔξω ἐν παραβολαῖς αὐτὰ ἐλάλει. ὥστε καὶ ὁ εὐαγγελικὸς λόγος τοῖς μὲν ἐξωτερικοῖς κεκαλυμμένως, τοῖς δὲ ἔνδον εἰς τὴν μυστικὴν διάνοιαν εἰσεληλυθόσιν ἀνεγκαλύπτως διαλέγεται, τὴν σαφήνειαν τῶν παραβολῶν ποιούμενος, φάσκων τοῖς εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιοῦσιν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, τοῖς δὲ ἔξω ἐν παραβολαῖς πάντα γίνεται. ἀμέλει γοῦν προκείμενον αὐτὸ δείκνυσιν, διὰ τοῦτο καλύπτειν Μωϋσέα ἣν ἔχει δόξαν ἐπὶ τοῦ προσώπου, ἐπεὶ πεπώρωνται τὰ νοήματα τῶν μὴ οἵων τε γυμνὸν αὐτὸν ὁρᾶν. φαίνεται διὰ τοῦ εἱρμοῦ πάντων τῶν προκειμένων τὸν νόμον Μωϋσέα καλῶν. 2 Kor 3,17 Ἐκ τούτων ἀνατρέπεται ὁ μῦθος τῶν διακοπτόντων τὴν θεοῦ γραφήν· μία γάρ ἐστιν ὁτὲ μὲν τύποις καὶ σκιᾷ κεκαλυμμένη, ὁτὲ δὲ ἄνευ καλυμμάτων προφαινομένη, ἐπείπερ ἀπὸ πνεύματος κυριακοῦ τὴν ἀποκάλυψιν αὐτῆς δεχόμεθα, πεπεισμένοι ἐλευθερίαν εἶναι τὸ κυρίου πνεῦμα. 2 Kor 4,3-4 Θεὸν τοῦ αἰῶνος τούτου τὸν διάβολον εἶναί φησιν, ὡς καὶ τὰ δαιμόνια τῶν ἐθνῶν θεοί, καὶ ἡ κοιλία τῶν γαστριμάργων. στίζουσι δέ τινες εἰς τὸ ἐν οἷς ὁ θεός, ἑξῆς ἀναγινώσκοντες ἀπ' ἰδίας ἀρχῆς· τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. ἀμέλει γοῦν καὶ εὐέλεγκτα λέγουσιν· εἰ γὰρ ἄπιστοί 24 τινές εἰσι τούτου τοῦ αἰῶνος, εὑρεθεῖεν ἕτεροι ἄπιστοι οὐκ ὄντες αὐτοῦ. πᾶς γὰρ ἄπιστός ἐστι τούτου τοῦ αἰῶνος· οὐδεὶς γὰρ ὑπερβὰς αὐτὸν καὶ καταξιωθεὶς τοῦ μέλλοντος αἰῶνος, τετύφλωται ἐν νοήμασιν, ἀλλ' ἔχει πεφωτισμένους τοὺς ὀφθαλμούς. ἔγνων 6 τινὰς σαφηνίζοντας τὴν προκειμένην λέξιν, φάσκοντας κεκαλυμμένον εἶναι τὸ εὐαγγέλιον οὐ τοῖς πάντη ἀπίστοις· οὐδὲ γὰρ κεκαλυμμένου αὐτοῦ ἢ γυμνοῦ πεῖραν ἔχουσιν. ἔλεγον δὲ οὗτοι ἀπολλυμένους εἶναι ἐν οἷς κεκάλυπται τὸ εὐαγγέλιον, τοὺς παραδεξαμένους μὲν αὐτό, μὴ μὴν ἄνευ καλύμματος προσβαλόντας αὐτῷ. οἷοι ἐτύγχανον οἱ ἐν παραβολαῖς ἀκούοντες τῶν Ἰησοῦ λόγων, τοῦ ἀπολλύμενοι ἐπ' αὐτῶν κειμένου ἐπὶ δηλώσει τοῦ κατ' ἀλλοίωσιν μεταβαλεῖν· οἱ γὰρ προκόπτοντές εἰσι τοιοῦτοι, ἀεὶ ἐξ ἑτέρων ἕτεροι γινόμενοι. ὅθεν οὐκ ἐπὶ ψόγου ἔλεγον κεῖσθαι τὸ ἀπολλύμενοι, ἀλλ' ὡσαύτως τῷ οἱ οὐρανοὶ ἀπολοῦνται, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα· αἱ γὰρ λέξεις αὗται ἀπόλλυσθαι τίθενται τοῦ ἐν προκοπῇ ἐκ ποιότητος εἰς ποιότητα μεταβαίνοντος. 2 Kor 4,5-6 Ἀναφορὰν ἔχει ἡ προκειμένη λέξις πρὸς τὸ οὐχ ὅτι κυριεύομεν τῆς πίστεως ὑμῶν· ἀκολούθως γὰρ ἐκείνῳ ῥηθείη ἄν· οὐχ ἑαυτοὺς κηρύττομεν, διὸ οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως· κηρύττομεν γὰρ Ἰησοῦν Χριστὸν θεὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ. ὥστε οὐχ ἡμεῖς ἀλλ' αὐτὸς κυριεύει τῆς πίστεως ἡμῶν, ἀποδεχόμενος ἢ κρίνων ὑμᾶς κατ' αὐτήν. πρὸς τούτοις καὶ τὸ ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, συναπτέον τῷ ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα. ἐκ σκότους δὲ λάμπεται φῶς τῷ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν ἀληθείας ἐρχομένῳ· λέγομεν γοῦν ἐξ ἀγνοοῦντος καὶ ἀληθοῦς ἐπιστήμονα καὶ πεπαιδευμένον γίνεσθαι. τῆς οὖν προκαταλαβούσης τοὺς ἀνθρώπους ἀγνοίας καὶ κακίας ὠνομασμένων σκότους, ἔλαμψεν ὁ θεὸς ἐν ταῖς καρδίαις φωτισμὸν πρακτικῆς καὶ διανοητικῆς ἀρετῆς, ἵν' ἔχωσι θεωρίας τῆς δόξης Χριστοῦ ἐν προσώπῳ αὐτοῦ. δόξαν δὲ ἤτοι καθ' ἣν φρονοῦσι περὶ αὐτοῦ, ἢ δόξαν καθ' ἣν δεδοξασμένον αὐτὸν ἴσμεν. 2 Kor 4,7 Ὀστράκινα λέγει σκεύη τὰς εὐτελεῖς λέξεις καὶ τὸ ἄπλαστον τῆς ἑρμηνείας. εἰ γὰρ οἱ κήρυκες τοῦ εὐαγγελίου κατ' ἀνθρωπίνην 25 φιλοσοφίαν ἐπρέσβευον τῆς ἀληθείας, ὑπωπτεύθη ἂν ἐξ ἀνθρωπίνης τέχνης καὶ μὴ ἐκ δυνάμεως θεοῦ κεκρατῆσθαι τοὺς ἀνθρώπους τῇ σωτηριώδει παιδεύσει· ἀγραμμάτων δὲ καὶ ἰδιωτῶν ὄντων τῶν διακονουμένων ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ κατὰ τὴν γνῶσιν θησαυροῦ, ἐκ θεοῦ καὶ οὐκ ἐκ θνητῶν ὑποληφθήσεται. τούτῳ συνᾴδει τὸ εἰ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώσει, καὶ τὸ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις·

About this text

Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.