Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
εἶχεν γὰρ τὸν θησαυρὸν τῆς γνώσεως οὐκ ὢν κατ' αὐτὴν ἰδιώτης, ἐν ὀστρακίνοις σκεύεσιν ἰδιώτης ὢν τῷ λόγῳ. εἰσὶ δὲ οἱ ὀστράκινα σκεύη λέγοντες ἃ περικείμεθα σώματα ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα περικείμενοι τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ' ἐκ θεοῦ δυνάμεως ὑπάρχουσα ἡμῖν γνωρίζεται. 2 Kor 4,8-9 Ὅσον ἐπὶ τῇ πικρότητι τῶν περιεστηκότων, ἀπηυδήσαμεν ἂν καὶ ἀπωλόμεθα· ὅσον δὲ ἐπὶ τῷ παρακαλοῦντι θεῷ, πάντα ἡμῖν πρὸς σωτηρίαν εὐμαρῆ. κἂν ἐν παντὶ οὖν πράγματι θλιβώμεθα, γενναιάζοντες οὐ στενοχωρούμεθα· κἂν ὡς ἀπόρους ἡμᾶς τινες ὑπολαμβάνωσι, διώκοντες καὶ ἀνατρέποντες, ἀλλ' οὖν ἡμεῖς ἐν ἅπασιν εὐποροῦντες οὐκ ἐξαπορούμεθα, οὐκ ἀπολλύμεθα, οὐ καταβαλλόμεθα· ἀνατρεπόντων γὰρ τῶν πονηρῶν στήκομεν ἀκλόνητοι, διωκόμενοι γενναιάζομεν, πορίμων ἡμῖν πάντων ὄντων πρὸς σωτηρίαν. ἰστέον ὅτι τὸ στενοχωρεῖσθαι ὁτὲ μὲν ταὐτόν ἐστι τῷ θλίβεσθαι, ὁτὲ δὲ ἕτερον. ὅταν γὰρ ἀμφότερα λέγηται, δηλοῖ τὸ μὲν θλίβεσθαι τὴν ἔξωθεν περίστασιν, τὸ στενοχωρεῖσθαι τὸ ὀκλάζειν τῇ προαιρέσει καὶ λογισμῷ. ὅταν δὲ μὴ ἀμφότερα λαμβάνηται, ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. 26 2 Kor 4,10-11 Τὸ ἀεὶ καὶ πάντοτε κείμενα ἐκ τῇ προκειμένῃ λέξει, οὐ τὸ ἀτελεύτητον καὶ ἄναρχον δηλοῖ, καθὼς λέγομεν τὸ ἀΐδιον, ἀλλὰ τὸ ἄπαυστον καὶ ἀδιάστατον· ὁ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ μὴ ποτὲ μέν, ποτὲ δὲ οὔ περιφέρων ἐν τῷ σώματι αὐτοῦ, πάντοτε τοῦτο ποιεῖν ἐρεῖ. 7 ἀλλὰ καὶ ὁ ζωὴν καὶ εὐσέβειαν καὶ σπουδὴν ἔχων ἀδιαστάτως ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας λέξει· ὡς ἄρα ἡμεῖς οἱ ζῶντες τὸν εἰρημένον τρόπον, τοῦτ' ἔστιν ἄνευ διαλειμμάτων, εἰς θάνατον παραδιδόμεθα. εἰς τοῦτο λήψῃ καὶ τὸ λεχθὲν ὑπὸ Στεφάνου πρὸς Ἰουδαίους· ἀεὶ γὰρ ὑμεῖς τῷ ἁγίῳ πνεύματι ἀντιπίπτετε· συνέζευξε γὰρ αὐτῷ τὸ τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ἡ μῶν; ταύτης τῆς διανοίας ἐστὶ καὶ τὸ εἶπα· ἀεὶ πλανῶνται τῇ καρδίᾳ, τοῦτ' ἔστιν οὐ ποτὲ μέν, ποτὲ δὲ οὔ, ἀλλ' ἀδιαστάτως. τὸ ἐσιώπησα δέ, μὴ καὶ ἀεὶ σιωπήσομαι; τὸ ἀτελεύτητον καὶ ἄπαυστον δηλοῖ· εἰ γὰρ καὶ νῦν, φησί, μακροθυμῶ ἁμαρτανόντων ὑμῶν, ἀλλ' οὖν οὐκ εἰς τὸ ἄπαυστον ἔσται ὑπέρθεσις τῆς τιμωρίας· μετὰ γὰρ πολλὴν μακροθυμίαν τιμωρηθήσονται οἱ ἐμμένοντες τῇ κακίᾳ. 2 κορ 4,13 Πνεῦμα καλεῖ, φησί, πίστεως τὴν μετέχουσαν τῆς πίστεως ἣν ἔχει τις. 2 Kor 4,16 Ἐν παντὶ γὰρ θλιβομένων ἡμῶν ὁ ἔξω ἄνθρωπος φθείρεται. 2 Kor 5,1 ∆ύο οἰκίας διαφόρους σημαίνει ἡ προκειμένη γραφή· μίαν μὲν ἐπίγειον καὶ χειροποίητον, τὸν φαινόμενον εἶναι κόσμον ταῖς τοῦ θεοῦ χερσὶν εἰς τὸ εἶναι παρηγμένον–δεικνὺς γὰρ τὰ αἰσθητὰ πάντα φησίν· ἡ χείρ σου ἐποίησε ταῦτα πάντα, ἀλλὰ καί· τὰ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, τῆς αὐτῆς ἐστι νοήσεως– οἰκίαν δὲ ἀχειροποίητον οὖσαν ἐν τοῖς οὐρανοῖς, τὸν κόσμον τὸν ἄλλον παρὰ τοῦτον. ἐπεὶ οὖν καταλυομένου τοῦ αἰσθητοῦ κόσμου οὐ παράγει τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρελευσομένων οὐκ εἰς τὸ μὴ ὄν, οἱ ἄνθρωποι καταστρέφουσι τὸν οἰκήσαντα πρότερον ἐν τῇ καταλυομένῃ ἐπιγείῳ οἰκίᾳ, διαδέξεται ἡ μέλλουσα καὶ 27 αἰώνιος. εἶπεν δέ· οἰκίαν ἔχομεν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς, δεικνὺς ὅτι ἀπεντεῦθεν, μᾶλλον δὲ ἐκ πολλοῦ εὐτρέπισται τοῖς ἀξίοις τοῦ τυχεῖν αὐτῆς. ἀμέλει γοῦν τὰς ἐν αὐτῇ ἐπαγγελίας ἃς ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἄλλη αἴσθησις ἢ νόησις κατείληφεν, προητοιμάσθαι ὑπὸ τοῦ θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν εἴρηται. καὶ ὁ σωτήρ φησιν· κληρονομήσατε τὴν βασιλείαν τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου. αὕτη δὲ ἡ λεχθεῖσα αἰσθητὴ μονὴ οἰκία εἴρηται οὐ καθάπαξ ἡμῶν, ἀλλ' ἡ τοῦ σκήνους ἡμῶν· ἡ γὰρ ἐπουράνιος ἡμῶν προηγουμένως οἴκησίς ἐστιν. κἂν γὰρ ἐξ ἀναστάσεως ἀποδοθῇ τὸ σκῆνος τῆς ψυχῆς ὡς εἶναι καὶ αὐτὸ ἐν τῇ ἐπουρανίῳ οἰκίᾳ, ἀλλ' οὖν προηγουμένως τῆς ψυχῆς ἡ διατριβὴ αὕτη, κατὰ συμβεβηκὸς δὲ καὶ οὗ περίκειται σκηνώματος· ὡς αὖ ἐπίγειος κατὰ πρότερον λόγον οἰκία ἐστὶ τοῦ σκήνους, δευτέρως δὲ καὶ τῆς ψυχῆς οὔσης ἐν τῷ σώματι. ἀνέγνων που οἰκίαν μὲν ἐπίγειον σκήνους λέγεσθαι τὸ ἐξ ὀστῶν καὶ σαρκῶν συγκείμενον σῶμα, σκῆνος δὲ ὂν ἐν τῇ οἰκίᾳ ταύτῃ τὸ σχῆμα τοῦ ἔσω ἀνθρώπου, ὅ ἐστιν αὐγοειδὲς καὶ ὀργανικὸν σῶμα. οἱ οὕτως ἑρμηνεύοντές φασιν οὖν· καταλυομένης ταύτης τῆς οἰκίας τοῦ παχέος σώματος, μετοικίζεται ἡ ψυχὴ ἐπὶ τὸν οὐράνιον χῶρον, καλούμενον οἰκίαν ἀχειροποίητον αἰώνιον. ἀπολήψεται δὲ καὶ ὃ ἀπέθετο
About this text
Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.