Fragmenta in epistulam ii ad Corinthios · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and argument toward the thesis.

Greek

ἡμαρτηκότος, ἐπεὶ μὴ ἔλαβον μισθὸν τοῦ εὐαγγελίου. ἴστε δὲ ὅτι οὐ μόνον ἀποδημῶν ὑμῶν παρητησάμην λαβεῖν τι, ἀλλὰ καὶ παρὼν τῇ πατρίδι ὑμῶν, ὑστερηθεὶς τῶν ἀναγκαίων ἐπιλειψάντων, οὐ φορτικὸς γεγένημαι ἄλλων ἐκκλησιῶν τὴν χρείαν ἀποπληρωσασῶν· καὶ γὰρ οἱ ἀπὸ Μακεδονίας πρὸς μὲ ἐλθόντες ἀδελφοὶ τὰ πρὸς τὰς χρείας παρέσχον. αὕτη δὲ ἡ παρρησία σώζεταί μοι πρὸς πάσας τὰς τῆς Ἀχαΐας ἐκκλησίας· φυλάξω δὲ αὐτὴν ταύτην τὴν πρόθεσιν, ἵνα ἐν παντὶ ἀβαρῆ ὥσπερ ἐτήρησα ἐμαυτὸν καὶ τηρήσω. 2 Kor 11,12 Οὐ γὰρ μισοῦντες τοῦτο πράττομεν, ἀλλ' ἵνα ἐκκόψωμεν πᾶσαν πρόφασιν τῶν ποθούντων ἀφορμὰς εὑρίσκειν διαβολῆς, ἵνα κἂν αὐχεῖν δοκῶσι τὸ μὴ λαμβάνειν τι παρά τινος οἱ ἀπατεῶνες, εὑρεθῶσιν ὡς καὶ ἡμεῖς· οὐ γὰρ ἡμεῖς ὡς ἐκεῖνοι, ἀλλ' αὐτοὶ ὡς ἡμεῖς εὑρεθήσονται. εἰ δὲ ἔστιν ἀληθεύοντα παρρησιάσασθαι, τῷ δοκεῖν ὡς ἡμεῖς εὑρίσκονται· ἡμεῖς γὰρ ἀληθεῖ προθέσει μετερχόμεθα τὴν λεχθεῖσαν οἰκονομίαν, αὐτοὶ δὲ ἐπιμορφαζόμενοι τὸ καλὸν οὐκ εἶναι τοιοῦτοι, ἀλλὰ δοκεῖν εἶναι ποθοῦντες. 2 Kor 11,13-15 Οἱ τῷ ὄντι ἀπόστολοι ἐργάται ἄνευ προσθήκης εἴρηνται ἐν τῷ δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ἵνα ἐργάτας ἐκβάλῃ, καὶ ἔτι ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. οὗτοι δὲ περὶ ὧν γράφω, ἐνταῦθα μὲν ἐργάται δόλιοι, ἐν ἄλλῃ δὲ ἐπιστολῇ ἐργάται κακοὶ ὀνομάζονται. μετασχηματίζονται οὖν εἰς ἀποστόλους Χριστοῦ, οὐκ ὄντες τοιοῦτοι ἀλλὰ σχήματι μόνῳ ἀπατῶντες, προαίρεσιν τὴν αὐτὴν ἔχοντες τοῖς ψευδοπροφήταις οἳ τὴν γνώμην λύκοι ἅρπαγες ὄντες περιβάλλονται κώδια, ἵνα δόξωσιν εἶναι πρόβατα. τοῦτο εἰπὼν περὶ αὐτῶν δείκνυσιν ὡς οὐ παράδοξον 40 τὸ εἰρημένον· εἰ γὰρ ὁ αἴτιος τυγχάνων τοῦ τοιούτους αὐτοὺς εἶναι– διάβολος δὲ οὗτος–ὑποκρίνεται ἄγγελος εἶναι φωτός, σκότους ὑπάρχων, ἀκολούθως οἱ πρὸς αὐτοῦ εἰς τὸ πλανᾶν ὁδηγούμενοι μεταχαράττουσιν ἑαυτοὺς ὡς ὑποληφθῆναι ἀκεραίοις, ὅτι διάκονοι δικαιοσύνης εἰσίν. ἰστέον ὅτι τὸ μετασχηματίζεσθαι τὸν σατανᾶν εἰς ἄγγελον φωτὸς καταχρηστικώτερον εἴρηται· κυρίως γὰρ μετασχηματισμὸς ἐπὶ σωμάτων ἀμειβόντων σώματα κατηγορεῖται. μᾶλλον οὖν ἡ προκειμένη λέξις δηλοῖ τὸν ἐπιμορφαζόμενον τὸ φῶς ἀγνοίας καὶ τοῦ λοιποῦ σκότους πλήρη ὄντα. ἐὰν δὲ σκότους ἀκούῃ τις εἶναι τὸν 15 μετασχηματιζόμενον εἰς ἄγγελον φωτός, μὴ κατ' οὐσίαν εἶναι αὐτὸν τοιοῦτον ὑπολαμβανέτω–ἀσεβὴς γὰρ ἡ δόξα αὕτη Μανιχαϊκὴ οὖσα–· ὁ γὰρ διάβολος ἰδίᾳ προθέσει κακὸς καὶ σκότος ἐστίν, ὡς αὖ ἰδίᾳ προαιρέσει χάριν τοῦ ἀπατῆσαι ὑποκρίνεται τὸ φῶς, ἵν' ἀρετὴν καὶ γνῶσιν ἔχειν νομισθῇ. κἂν τοίνυν ἀπατῶσί τινας τῷ μετασχηματίζεσθαι εἰς τὰ προειρημένα, ἀλλ' οὖν τέλος κατάλληλον τοῖς πράττουσιν ἕξουσι, σὺν διαβόλῳ εἰς τὸ πῦρ τὸ αἰώνιον ὡς διάκονοι αὐτοῦ ἀπελευσόμενοι. 2 Kor 11,21-22 Ἡ ἐνταῦθα λεγομένη ἀφροσύνη οὐ καθάπαξ ἐστὶ τοιαύτη· οἰκονομικῶς γὰρ ἐπιτελουμένη σφοδροτάτης συνέσεώς ἐστι πλήρης. ἀποδίδωσι πρὸς τὸ ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι, τὸ Ἑβραῖοί εἰσι καὶ Ἰσραηλῖται καὶ Ἀβραὰμ σπέρμα; κἀγώ. προηγουμένη δὲ αὐτῷ δόξα τὸ πνευματικῶς εἶναι ταῦτα. 2 Kor 12,1-5 Μετελήλυθεν εἰς τὸ ἀπαγγεῖλαι ὑπαρχθείσας θεοπέμπτους ὀπτασίας καὶ ἀποκαλύψεις, καὶ ταύτας μὲν ἐπὶ μέγεθος θεότητος ἐμφαίνων οὐχ ἑαυτῷ προσῆψεν, ἀλλ' ὡς περὶ ἑτέρου ἀπαγγέλλει, τὰ τῆς ἀσθενείας καυχήματα εἰς ἴδιον πρόσωπον τάξας. εἰκότως δὲ τῷ ἐν Χριστῷ ἀνθρώπῳ ἀνέθηκε τὴν ἐγκειμένην θεωρίαν, ἵνα δείξῃ ὅτι οὐχ ἑτέρως ἐστὶν ἀξιωθῆναι τηλικούτων ἀλλ' ἢ ἐν θεῷ λόγῳ σοφίᾳ τε καὶ ἀληθείᾳ καὶ ἁγιασμῷ γεγενημένῳ· πάντα γὰρ ταῦτα ὁ Χριστός ἐστιν. οὗτος ὁ ἐν Χριστῷ ἄνθρωπος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἐν τῷ παραδείσῳ· πότερον ἐν σώματι ἢ ἐκτὸς τούτου οὐκ οἶδα. καὶ ὁ μέν τις ἐρεῖ ἑκατέρως δυνατῶς 41 ἔχειν τὸ γραφόμενον· ἡρπάγη γὰρ καὶ Ἡλίας ἐν σώματι τυγχάνων, καὶ ἀνελήφθη Ἀμβακοὺμ ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν Βαβυλῶνα τὸ σῶμα φορῶν, μετέβη μετεωρισθεὶς ὑπὸ ἀγγέλου βουλήσει θεοῦ. ἕτερος δέ φησιν· ὥσπερ ἐπὶ τῆς γῆς τις περιπατῶν ἐν οὐρανῷ τὸ πολίτευμα ἔχειν δύναται, ἀλλὰ καὶ συγκαθίσαι Χριστῷ ἐν

About this text

Didymus the Blind, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.