Fragmenta in Proverbia · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

φθοράν τινα οὖσαν. Στ. ιβʹ. ιδʹ. Εἰσάγει τὸν διαφθαρέντα κακίζοντα ἑαυτὸν, ὡς μισήσαντα παιδείαν, καί φησιν· Ἀπολοίμην ἂν καὶ διεφθάρην, κατατρίψας τὰς σάρκας μου ἐν ἀσωτίαις, καὶ τὴν ζωὴν αὐτὴν μικροῦ δεῖν προηκάμην. ∆ιὸ φανερὸν ἐγένετο τὸ ἐπιτίμιόν μου ἐν μέσῳ Ἐκκλησίας καὶ Συναγωγῆς. Μετανενοηκότος γὰρ ἡ φωνὴ, καὶ μὴ γεγονότος ἐν ᾧ παρ' ὀλίγον γεγένηται. Ὅμοιον καὶ τὸ, “Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβή 39.1629 ματά μου.” Ἀνανήψας γὰρ καὶ αἰσθηθεὶς, Ποῦ ἔστι, λέγει, τὸ παρὰ μικρόν; Πῶς οὖν ἔνι τὴν ἐκ τῆς φύσεως μανίαν παραμυθήσασθαι; Στ. ιεʹ. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ, καὶ πηγή· τοῖς μὲν προσερχομένοις ταῖς ἀρεταῖς φρέαρ ἔστι· τοῖς δὲ κατ' αὐτὰς τελειωθεῖσι, πηγή. Λέγεται δὲ ἡ γνῶσις καὶ μήτηρ, καὶ γυνὴ, καὶ ἀδελφή· μήτηρ, ὅτι δι' αὐτῆς ὑπὸ τοῦ διδασκάλου γεγεννήμεθα· γυνὴ, ὅτι συνοῦσα τίκτει ἀρετὰς καὶ ὀρθὰ δόγματα· ἀδελφὴ, ὅτι ἐξ ἑνὸς Θεοῦ γεγόναμεν. Καὶ εἶπα τὴν σοφίαν ἀδελφήν. Στ. ιςʹ, ιζʹ. Ὅρα ὡς οὐ μόνον τῇ ἀφθονίᾳ τὴν εὐκολίαν ἐνδείκνυται, ἀλλὰ καὶ τῷ μηδένα κοινωνὸν ἔχειν τῆς ἀπολαύσεως· διπλασιάζει δὲ αὐτὸ καὶ κτῆσιν ἀποκαλεῖ· οἶδε γὰρ τὴν τοῦ πράγματος ἡδονήν. Στ. ηʹ. Κἂν τὴν φυσικὴν τῶν ἀλόγων ἐργασίαν μίμησαι· ἢ ἴσθι, τουτέστι πορεύου. Πολλοὶ γὰρ ἀγαθοεργοῦσιν ἀπὸ θεωρίας ἢ ἀκοῆς, καὶ οὐκ ἐξ ἐπιστήμης. Μελίσσας λέγει προφήτας καὶ ἀποστόλους, ὧν οἱ πόνοι χρήσιμοι τοῖς τε μεγάλοις τὴν ἕξιν καὶ τοῖς βραχέσι· κηρὸν μὲν οὖν λέγει τὰ πράγματα· μέλι δὲ, τὴν τούτων θεωρίαν. Ὥσπερ ὁδηγεῖ τὰς αἶγας ὁ κτῖλος, οὕτως ὁ ἐσσὴν τὰς μελίσσας. Καλὸν οὖν παρὰ πάντα τὸν βίον ἡ τάξις. Στ. ιβʹ. Ἄφρων ὁ ἄθεος, ὁ τὸ θεωρητικὸν ἀπολέσας· παράνομος δὲ, ὁ τὸ πρακτικόν. Στ. αʹ. Κατὰ κοινοῦ φύλαξον, ἵν' ᾖ σοι, φησὶ, καὶ βιῶναι ζωὴν αἰώνιον, καὶ διορατικῷ γενέσθαι. Πολλῷ γὰρ τοῦ τῶν ὀμμάτων φωτὸς λαμπρότερον αἱ τῶν θείων ἐντολῶν τηρήσεις ἡμῖν ἀναλάμπουσιν. Στ. γʹ. Χεὶρ, ἡ ὁλοσχερὴς πρᾶξις· δάκτυλος δὲ, ἡ μερικωτέρα. Πειθόμενος δέ μοι πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς ὑποδοχὴν τῶν ἀρετῶν. Στ. ιθʹ. Συνοικεῖν ἀνδρὶ προσποιεῖται, ὡς κατὰ νόμον βιοῦσα· καὶ ἀναιρεῖ πάντα τὰ φοβερὰ καὶ κωλυτικὰ, τὴν ἀποδημίαν προβαλλομένη τοῦ συνοικοῦντος. Στ. κζʹ. Ὁ γὰρ οἶκος αὐτῆς ὁδοὶ ᾅδου, εἰς ταμεῖα θανάτου κατάγουσαι. Οἱ γὰρ πειθόμενοι αὐτῇ, χοϊκοὶ γινόμενοι παρ' αὐτῆς καὶ γήινοι, οὕτως ἀπολοῦνται. Τὸ δὲ, “Ἐπὶ πέταυρον ᾅδου,” οἱ λοιποὶ ἐν βάθεσιν εἶπον. Στ. κβʹ. Πολλὰ σημαίνουσα, καθάπερ εἴπομεν, ἡ ἀρχὴ, νῦν τὸ ἀΐδιον δηλοῖ, καὶ τὸ αἴτιον, καὶ τὸ ποιητικόν. Ἡ δὲ ἀρχὴ τινῶν ἐστιν ἀρχὴ, καὶ σημαίνει σχέσιν, ἀλλ' οὐκ οὐσίωσιν. Τὰ γὰρ πρός τι, τοιαῦτα· ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. Οὐσία τοίνυν οὖσα ἡ τοῦ Θεοῦ σοφία, οὐκ ἀρχὴ τινῶν ἐστι· καὶ πρὸ κτίσεως γὰρ ἔχει τὸ εἶναι σοφία. Ἡνίκα δὲ σχέσιν τὴν πρὸς τὰ γενητὰ δέξεται, τότε ἀρχὴ γίνεται τῶν ὁδῶν τοῦ Θεοῦ ποιητικῶν καὶ προνοητικῶν, εἰς τὰ ἔργα ἃ 39.1632 τὴν ὕπαρξιν ἐκ τοῦ ∆ημιουργοῦ ἔχει μηδὲν αὐτῇ συνενεγκόντα πρὸς τὸ εἶναι σοφίαν· ἀλλ' ἡ σχέσις καθ' ἣν ἀρχὴ καὶ δημιουργὸς λέγεται, τότε ὑπέστη, ὅτε καὶ τὰ γενόμενα. Ἀρχὴ γὰρ οὐ προϋπάρχει ὧν ἔστιν ἀρχή· οὔτε ταῦτα μετ' ἐκείνην ὑπάρχειν λέγεται, εἰ τὴν οὐσίαν ἔχουσιν ἐν χρόνῳ τὰ κτίσματα. Οὖσα γὰρ ἀΐδιος ἡ σοφία οὐχ ὑπόκειται χρόνῳ. 3 Σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασι. Προὐπάρχων τῆς κτίσεως, σοφία ὢν, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐὰν λέγει· “Κύριος ἔκτισέ με,” μὴ οὐσίωσιν τὴν νόησιν ἔχῃ, ἀλλ' εἰς σχέσιν τὴν πρὸς τὰ κτίσματα. Εἰς ἔργα γὰρ ἐκτίσθαι φησὶν, ἐπὶ τῷ ἀρχὴ εἶναι τῶν ποιητικῶν καὶ προνοητικῶν ὁδῶν τοῦ Θεοῦ, τουτέστιν αἰτία, εἰσαγωγικῶς γε μὴν ἔτι εἰπεῖν. Ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονεν, ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν· καὶ πρὸ αἰώνων ὢν καὶ ἀΐδιος, καθ' ὃ Θεὸς Λόγος ἐστὶν, ἐκτίσθαι λέγεται ὅτι γέννησιν τὴν ἐκ Μαρίας ἔσχε, γενόμενος σάρξ· ὡς ἂν οἱ θέλοντες κατὰ Θεὸν ὁδεύειν καὶ πρὸς Θεὸν, χρῶνται διδασκάλῳ, ὑπογραμμὸν ἀρίστου βίου καὶ διδασκαλίαν τοῖς ἑπομένοις παρέχοντα. Ὅτι δὲ τὸ, “ἔκτισεν,” οὐ δηλοῖ πάντως οὐσίωσιν, δηλοῖ λέγων ὁ ∆αυίδ· “Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.” Αἰτεῖ γὰρ οὐχ ὡς μὴ ἔχων, λαβεῖν, ἀλλ' ὡς ῥιπώσας αὐτὴν, ἀναλαβεῖν αὖθις κεκαθαρμένην. Καὶ Παῦλος δὲ λέγων τοὺς δύο κτίζεσθαι εἰς ἕνα καινὸν ἄνθρωπον, οὐκ οὐσίωσιν ἀνθρώπων, ἀλλ' ἕνωσιν ἐξ ὁμονοίας δηλοῖ· ὥσπερ οἱ ἑρμηνεύσαντες “Ἐκτίσατό με” ἐξέδωκαν. Στ. κγʹ. Ἀντὶ τοῦ, Κατέβαλεν αἰτίαν τε καὶ κρηπῖδα τῶν κτισμάτων· κατὰ τὸ, “Πάντα ἐν

About this text

Didymus the Blind, Fragmenta in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Proverbia — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.