Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστι πρὸ πάντων.” Καὶ αὐτὸς δέ φησιν ὁ Κύριος· “Ἐγώ εἰμι ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ.” Ὡς γὰρ θεμέλιος βουλόμενος εἶναι τῆς Ἐκκλησίας, ἄνθρωπος ὑπέμεινε γενέσθαι, ἵν' ἐπ' αὐτῷ ἱδρυνθῇ μὴ σαλευομένη· οὕτω καὶ τῇ κτίσει παρασχεῖν τὸ εἶναι βουλόμενος, κατ' αὐτὴν γέγονεν, τὴν προειρημένην σχέσιν εἰσάγων, γινόμενος τοῖς ἐσομένοις ἀρχὴ καὶ αἰτία· ἀλλ' εἰ καὶ κατὰ ταῦτα, φησὶν, ἐκτίσθην, ἀλλὰ πρὸ πάντων γεννᾷ με Θεὸς, ὅπερ ἐστὶν Υἱόν. Στ. κζʹ. Θρόνον τὴν ἑαυτοῦ βασιλείαν, ἀνέμους δὲ τὰ νοερὰ πνεύματα λέγει· ἢ καθὼς καὶ ∆αυίδ· “Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·” τὸ κουφότερον αὐτοῦ τῆς οὐσίας καὶ ἀσώματον παραστῆσαι βουλόμενος. Στ. κθʹ. Ὅρα διαιρουμένους τὰ ἔργα, τὴν σοφίαν καὶ τὸν Θεόν. Ὁ μὲν ἐποίει, φησίν· ἐγὼ δὲ ἥρμοζον. Ἰσχυρὰ δὲ, πῶς; Οὐ δεόμενά τινος ὑποβάθρας· βουλήσει γὰρ μόνῃ κατέχεται τοῦ Θεοῦ. Στ. λεʹ. Ἢ ὅτι ἅμα τῷ φανῆναι παρέχω ζωὴν, ἢ ὅτι ἀποκαλύψει τινὶ συγκαταβαίνων πρὸς τὴν ἐκεί 39.1633 νου ἀσθένειαν, τότε ἐξέρχεται· ζωὴ γὰρ ὢν, καὶ ἔξω γενόμενος τοῖς δυναμένοις ἰδεῖν αὐτὸν, ζωὴν δίδωσι· θέλησιν δὲ ἢ ἀγάπην φησὶν, ἢ ὅτι ἐποίησεν ἡμᾶς αὐτεξουσίους εἰς τὸ ἑτοίμους εἶναι πράττειν ἃ δεῖ. Στ. βʹ. Ἐκκλινάτω, ἵνα φρόνησιν λάβῃ· ῥώννυται γὰρ ὁ ἀτελὴς ὑπὸ τῶν τῆς σοφίας λόγων καὶ μυστηρίων. Στ. εʹ. Ἡ αὐτὴ τροφὴ καὶ κρέα ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτου αὐτῶν μεταλαμβάνειν λέγονται καὶ ὡς οἴνου κεκερασμένου· εἰ δὲ τοῦτο, πῶς νοήσομεν. “Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,” Ἄρτον δέ μοι νόει τὰς στερεὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ οἶνον, τὴν ἐκ μελέτης τῶν θείων Γραφῶν ἐπίγνωσιν αὐτοῦ· ὡσαύτως δὲ καὶ τὸ θεῖον σῶμα καὶ τίμιον αἷμα αὐτοῦ. Στ. εʹ. Ἀκούει ὁ φυσικὸς νοήμων, “Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.” Τὰς βιωτικὰς φροντίδας καῦμα καλεῖ· τοὺς ὑπ' αὐτοῦ δὲ ξηραινομένους καλεῖ χόρτον· ὁ δὲ Σωτὴρ διὰ τῆς παραβολῆς τὰς θλίψεις δηλοῖ· τὰς κατὰ τοῦ λόγου δὲ καὶ τοὺς διωγμοὺς ἐκάλεσε καῦμα. Στ. ιγʹ. Ὁ σοφὸς ἐπιτιμητικῷ λόγῳ εἰς αἴσθησιν ἄγει τὸν βαρυκάρδιον. Στ. ζʹ. Ὁρᾷς ὅτι οὐ τὸ ἐπιθυμεῖν πονηρὸν, ἀλλὰ τὸ τοιῶσδε ἐπιθυμεῖν, πονηρόν; Τῶν δὲ ἀσεβῶν καὶ ἐλπίδες πονηραί· πᾶν γὰρ ὃ ἐλπίσει, ἀπώλεια. Στ. ηʹ. Τὸ, “Ἀντ' αὐτοῦ,” οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ, ἀλλ' ἐπειδὴ ἡ παγὶς ἕστηκεν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, ὁ μὲν εὐσεβὴς ῥύεται ἐξ αὐτῆς παρὰ τοῦ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς παρὰ τῆς θείας προνοίας πίπτει ἐν αὐτῇ· ἢ ὅτι ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτίαις, ἐλθὼν δὲ ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν μελλουσῶν κολάσεων ἐῤῥύσατο αὐτὸν, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ὑπεδέξατο, παραδίδοται δὲ οὐχ ὑπό τινος ἄλλου, ἀλλ' ὑπὸ τῆς ἰδίας κακίας, ὡς προπαραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν. 4 Στ. κδʹ. Οἱ συνάγοντες φθορὰν ἐλαττοῦνται τῶν ἀρετῶν· ἢ οἱ λόγους συνάγοντες, καὶ μὴ μεταδιδόντες. Στ. κθʹ. Ὁ ἐφ' ἑκάστῳ τῶν ἐλαττωμάτων τοῦ ἰδίου οἴκου δυσχεραίνων, ἄοικος ἔσται· δουλεύσει δὲ ἄφρων φρονίμῳ. Στ. λαʹ. Ἀσεβὴς τοίνυν, φησὶν, ὁ τὸν Θεὸν μισῶν· ἁμαρτωλὸς δὲ, ὁ περὶ τὰς πράξεις πονηρός· δίκαιον δὲ ἐνταῦθα τὸν πρακτικὸν μετὰ λόγου καὶ ἐπιστήμης λέγει· πολλὴ γάρ ἐστιν ἡ τῆς δικαιοσύνης ἀκρίβεια. 39.1636 Στ. βʹ Τὸ κρεῖσσον, οὐ συγκριτικὸν, ἀλλ' ἀντὶ τοῦ ἀγαθοῦ. Στ. θʹ. Ὁ πρακτικὸς καὶ ἰδιώτης, τοῦ ἐν λόγῳ καὶ κομψοῦ καὶ ἀπράκτου, τιμιώτερος. Στ. ιβʹ. Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται, τουτέστιν αἱ ἀγαθαὶ ἕξεις. Στ. ιζʹ. Ὃ ἐὰν λέγῃ, φησὶ, πιστοῦται τοῖς ἔργοις· καὶ εἰ ἔργου ἐστὶ πιστότερον· ἢ ἀντὶ τοῦ, φανερὰν, βεβασανισμένην, ἀνέλεγκτον, ἱκανὴν αὐτὴν ἐπιδεῖξαι· ἀδίκων δὲ μάρτυς, ὁ συνιστᾷν ἐπιχειρῶν ἃ ἂν ἄδικα πράττῃ· δόλιος δὲ, ὡς οὐδὲν ἔχων εὐθές. Στ. κεʹ. Ὁ μὲν τῶν κολάσεων λόγος ταράσσει τὸν ἄρτι φοιτῶντα τῷ πρακτικῷ βίῳ· εὐφραίνει δὲ ὁ τῶν ἐπαγγελιῶν. Ὁ γὰρ τέλειος δίκαιος οὐ φοβηθήσεται ἀπὸ ἀκοῆς πονηρᾶς, φόβον ἔχων Κυρίου τὸν ὑπεραίροντα πάντα. Στ. κςʹ. Ὁ μὲν δίκαιος, εἰδὼς τὴν ἀνθρωπίνην ἀσθένειαν, συγγινώσκει, κἂν ἁμάρτημα ᾖ τὸ παρὰ τοῦ φίλου· ἢ ὅτι ἐπιγινώσκων ὅτι κατ' εἰκόνα Θεοῦ ἐστιν ὁ φίλος, σύμφωνος ἑαυτοῦ ἐστι μετριοφρονῶν, καὶ φυλάσσων ἑαυτὸν, καὶ μηδὲν τῆς ἐχθρᾶς κακίας ἔχων, ἀστασιάστους ἔχει τοὺς λογισμούς. Στ. βʹ. Ὁ μὲν γὰρ ἕξει τὸ τέλος τῆς ἀρετῆς, οἱ δὲ καρπὸν οὐχ ἔξουσιν
About this text
Didymus the Blind, Fragmenta in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Proverbia — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.