Fragmenta in Proverbia · §u02-open

Fragmenta in Proverbia Unit 2 opening

Unit 2.

Lemma-led open — Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει·

Greek

ὥριμον· πτοήσει δ' ἑαυτὸν, οὐχ εὑρίσκων συστῆναι τῇ ἑαυτοῦ ἁμαρτίᾳ. Στ. ιδʹ. Νόμος ὁ φυσικὸς, ἀφ' οὗ βρύει τὸ τῆς ζωῆς αἴτιον· δικαίῳ γὰρ νόμος οὐ κεῖται· τιμωρία δὲ ἐπὶ θάνατον τῷ παγιδευθέντι κακοῖς· ἡ πηγὴ ζωῆς, τὰ ἔργα τῶν ἐντολῶν. ∆ικαίοις τοῖς ἔθνεσιν ὁ τῶν ἐκ περιτομῆς πλοῦτος προσγενήσεται. Στ. ιʹ. Ὁ νοῦς αἰσθανόμενος ἁμαρτίας, ὀδυνᾷ τὴν ψυχήν· οἰκίαι δὲ τῶν ἀσεβῶν, ἕξεις καὶ διαθέσεις· σκηναὶ δέ εἰσιν αἱ προαιρέσεις· ἔστι δὲ ὁδὸς, ἣ δοκεῖ ὀρθὴ εἶναι, ἡ τῶν ὄντων τὰ δοκοῦντα προκρίνουσα. Καρτερικῶς τὸ πρακτέον λογίζεται. Μερίδα σχήσουσιν, ἢ συμμερίσονται· ὁ θρασὺς γὰρ οὐκ ἂν εἴη δειλός. Στ. κʹ, κγʹ. Τοῦτο ἐμοὶ δοκεῖ ὡς οὐκ ἐν τάξει παραινέσεως τέθεικεν, ἀλλὰ τὰ συμβάντα ἀπαγγέλλει· εἶτα διορθωτικῶς τὸ ἐπαγόμενον· τὸ, “Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει·” τὰ γὰρ αὐτόθι δῆλα κακά· οὐδὲ διορθοῦταί τις, οὐκ ἂν καταγνοίη τῶν τοιούτων· τίς δ' ἂν τοὺς ἄλλους ἐπαινέσειεν; Ὁ ὑπὲρ ἀρετῆς φροντίζων περιττεύει πράξει καὶ γνώσει. Καὶ γὰρ ὁ περὶ τῶν πρακτέων ἀεὶ σκοπῶν ἕξει τι πλέον· ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος, ἤγουν ὁ τοὺς πόνους ἐκτρεπόμενος ἐν ἐνδείᾳ ἔσται τῶν ἀρετῶν. Στ. ιςʹ. Τὸ, νοσσιὰ, ποτὲ τὸν τόπον σημαίνει, ποτὲ 39.1637 δὲ τὰ ἐνοσσεύοντα ζῶα. Ἢ τοίνυν ὁ τόπος τῆς σοφίας, τὰ θεωρήματα ἐν οἷς οἰκεί, αἱρετώτερά ἐστι τῆς ψευδωνύμου γνώσεως. ἢ τὰ κυήματα τῆς σοφίας. Ὥσπερ γὰρ χρυσὸς ἀργύρου κρείσσων, οὕτω καὶ σοφία φρονήσεως· ἡ μὲν γὰρ ἐν τῷ γινώσκειν ἐστὶν, ἡ δὲ ἐν τῷ ἑρμηνεύειν τὰ γινωσκόμενα. Ἢ νοσσιὰς σοφίας, τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ἐκεῖθεν μονάς· σοφία δὲ ὁ Χριστός. Στ. ιζʹ. Τὸ γὰρ ἀδιάστατον τῶν πράξεων ἔχουσαι, τὸ τῆς ζωῆς τῆς καταλλήλου μῆκος ἔχουσιν, ἀπὸ κακῶν ἐκκλίνουσαι, τουτέστι θανάτου. Στ. κθʹ. Ἐνταῦθα ἄνδρα παράνομον διάβολον καλεῖ, ὃς ἀποπειρᾶται τῶν ἀνθρώπων, γνῶναι θέλων τίνες εἰσὶν ἐξ αὐτῶν ὅμοιοι αὐτῷ καὶ θέλοντες παρανομεῖν· καὶ ἀπάγων αὐτοῦς εἰς ὁδοὺς ἤτοι εἰς πράξεις οὐκ ἀγαθάς· ὁ αὐτὸς δέ ἐστιν ὁ στηρίζων τοὺς ὀφθαλμοὺς ἐφ' ἕκαστον τῶν ἀνθρώπων, καὶ νοῶν ἀκριβῶς πρὸς ποῖον πάθος ἐπιῤῥεπῶς τις ἔχει· καὶ γνοὺς ἐκ τῶν κινημάτων, ἱστᾷ αὑτοῦ παγίδας· καὶ συλλαβὼν ἀπάγει αὐτὸν εἰς πάντα τὰ κακά. Ὁρίζειν δὲ τοῖς χείλεσιν εἶπεν, διότι ταῖς πονηραῖς αὑτοῦ ὑποβολαῖς, ἔργοις τελειῶσαι σπουδάζει διὰ τῶν ἀνθρώπων πάντα τὰ αὐτῷ καταθύμια· οὗτος δέ ἐστιν ἡ κάμινος τῆς κακίας, ἡ φλέγουσα τὸν ὑποδεξάμενον τοῖς 5 δελεάσμασιν αὐτοῦ εἰς πᾶσαν κακίαν. Στ. λʹ. Ὀφθαλμὸς θεωρῶν καλὰ, ἤτοι διακεκριμένος· τίνα δὲ τὰ καλὰ, ζητητέον· καὶ μὴ θεωρῶν χρυσὸν, λυπεῖται· εἴτε σῶμα λαμπρὸν, πάλιν κατατήκεται· ἀλλὰ τίνα ἐστὶ τὰ καλὰ, ἄκουσον· Τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν καὶ τὴν κτίσιν πᾶσαν· ὥστε τὰ τοιαῦτα βλέπετε, οἷον τὴν ψυχὴν εὐφραίνει· ἐπεὶ τί ὄφελος τερφθῆναι μὲν τὸν ὀφθαλμὸν, μηδὲν δὲ γενέσθαι πλέον, ἀλλὰ τὴν ψυχὴν διαφθαρῆναι; Στ. λαʹ. Τὰ πολλὰ τῆς κακίας αὐτοῦ ἀνωτέρω εἰπόντες, τοῖς εἰρημένοις τὰ λείποντα προσθήσομεν. Μετὰ τῶν ὑπερβολῶν αὐτοῦ πάντων λέγει καὶ ταῦτα τοῖς πειθομένοις αὐτῷ· Τοῦτο τὸ πρᾶγμα κατ' ἀνάγκην ἐστὶ (τὸ διορατικὸν ἀκονήσας εἰς τὸ κακὸν), χρηστέον αὐτῷ. Ἡ ἡδονὴ φυσική ἐστι, χρηστέον αὐτῇ· ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Ὁπόταν δὲ εἰς πάντα καταπείσῃ τὸν ὑπήκοον αὐτοῦ, τότε ποιεῖ αὐτὸν ἐγκαυχᾶσθαι κατὰ διάνοιαν, ὡς δικαιοσύνας μεγάλας ποιῶν, καὶ ὅτι ἐν τοῖς γηραιοῖς ταῦτα ὑποτίθεται. Στ. ςʹ. Ὁ πιστὸς μὴ σπεύδων περὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων,

About this text

Didymus the Blind, Fragmenta in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Proverbia — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.